Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

πολλὰ δʼ εἴρηται περὶ τῶν Αἰθιοπικῶν ἐν τοῖς πρότερον, ὥστε συμπεριωδευμένα ἂν εἴη τῇ Αἰγύπτῳ καὶ τὰ τούτων. ὡς δʼ εἰπεῖν, τὰ ἄκρα τῆς οἰκουμένης τὰ παρακείμενα τῇ δυσκράτῳ καὶ ἀοικήτῳ διὰ καῦμα ἢ ψῦχος ἀνάγκη ἀποτεύγματα εἶναι τῆς εὐκράτου καὶ ἐλαττώματα· ταῦτα δʼ ἐκ τῶν βίων δῆλα καὶ τῆς πρὸς τὰς χρείας τὰς ἀνθρωπικὰς ἀπορίας. κακόβιοί τε δὴ καὶ γυμνῆτές εἰσι τὰ πολλὰ καὶ νομάδες· τά τε βοσκήματα αὐτοῖς ἐστι μικρά, πρόβατα καὶ αἶγες καὶ βόες· καὶ κύνες μικροί, τραχεῖς δὲ καὶ μάχιμοι. τάχα δὲ καὶ τοὺς Πυγμαίους ἀπὸ τῆς τούτων μικροφυΐας ὑπενόησαν καὶ ἀνέπλασαν· ἑωρακὼς μὲν γὰρ οὐδεὶς ἐξηγεῖται τῶν πίστεως ἀξίων ἀνδρῶν.

ζῶσί τʼ ἀπὸ κέγχρου καὶ κριθῆς, ἀφʼ ὧν καὶ ποτὸν ποιοῦσιν * αὐτοῖς ἔστιν· ἔλαιον δὲ βούτυρον καὶ στέαρ· οὐδʼ ἀκρόδρυα ἔχουσι πλὴν φοινίκων ὀλίγων ἐν κήποις βασιλικοῖς· ἔνιοι δὲ καὶ πόαν σιτοῦνται καὶ κλῶνας ἁπαλοὺς καὶ λωτὸν καὶ

p.1146
καλάμου ῥίζαν· κρέασι δὲ χρῶνται καὶ αἵματι καὶ γάλακτι καὶ τυρῷ. σέβονται δʼ ὡς θεοὺς τοὺς βασιλέας κατακλείστους ὄντας καὶ οἰκουροὺς τὸ πλέον. ἔστι δὲ τὸ μέγιστον αὐτοῖς βασίλειον ἡ Μερόη, πόλις ὁμώνυμος τῇ νήσῳ· τὴν δὲ νῆσον θυρεοειδῆ φασι τὸ σχῆμα, τό τε μέγεθος τάχα πρὸς ὑπερβολὴν εἴρηται μῆκος μὲν ὅσον τρισχιλίων σταδίων εὖρος δὲ χιλίων. ἔχει δʼ ἡ νῆσος συχνὰ καὶ ὄρη καὶ δάση μεγάλα· οἰκοῦσι δʼ οἱ μὲν νομάδες οἱ δὲ θηρευτικοὶ οἱ δὲ γεωργοί· ἔστι δὲ καὶ χαλκωρυχεῖα καὶ σιδηρουργεῖα καὶ χρυσεῖα καὶ λίθων γένη πολυτελῶν· περιέχεται δʼ ἀπὸ μὲν τῆς Λιβύης θισὶ μεγάλοις, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοῖς συνεχέσιν, ἄνωθεν δʼ ἐκ νότου ταῖς * συμβολαῖς τῶν ποταμῶν, τοῦ τε Ἀσταβόρα καὶ τοῦ Ἀστάποδος καὶ τοῦ Ἀστασόβα· πρὸς ἄρκτον δʼ ἡ ἐφεξῆς ῥύσις τοῦ Νείλου καὶ μέχρι Αἰγύπτου κατὰ τὴν λεχθεῖσαν πρότερον σκολιότητα τοῦ ποταμοῦ. ἐν δὲ ταῖς πόλεσιν αἱ οἰκήσεις ἐκ φοινικίνων σχιζῶν * διαπλεκόμεναι τοίχων ἢ πλίνθων· ὀρυκτοὶ δὲ ἅλες καθάπερ ἐν τοῖς Ἄραψι· πλεονάζει δὲ τῶν φυτῶν ὅ τε φοῖνιξ καὶ ἡ περσέα καὶ ὁ ἔβενος καὶ ἡ κερατία· θήρα δὲ καὶ ἐλεφάντων ἐστὶ καὶ λεόντων καὶ παρδάλεων· εἰσὶ δὲ καὶ δράκοντες οἱ ἐλεφαντομάχοι καὶ ἄλλα θηρία πλείω· καταφεύγει γὰρ ἀπὸ τῶν ἐμπυρωτέρων καὶ αὐχμηροτέρων ἐπὶ τὰ ὑδρηλὰ καὶ ἑλώδη.