Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

Ἀληθὲς δὲ καὶ τὸ Ἡροδότου καὶ ἔστιν Αἰγυπτιακὸν τὸ τὸν μὲν πηλὸν ταῖς χερσὶ φυρᾶν, τὸ δὲ στέαρ τὸ εἰς τὴν ἀρτοποιίαν τοῖς ποσί. καὶ οἱ * κάκεις δὲ ἴδιόν τι ἄρτου γένος, στατικὸν κοιλίας, καὶ τὸ κῖκι καρπός τις σπειρόμενος ἐν ἀρούραις, ἐξ οὗ ἔλαιον ἀποθλίβεται εἰς μὲν λύχνον τοῖς ἀπὸ τῆς χώρας σχεδόν τι πᾶσιν, εἰς ἄλειμμα δὲ τοῖς πενεστέροις καὶ ἐργατικωτέροις καὶ ἀνδράσι καὶ γυναιξί· καὶ τὰ κοΐκινα δὲ πλέγματα Αἰγυπτιακά ἐστι φυτοῦ τινος, ὅμοια τοῖς σχοινίνοις ἢ φοινικίνοις. τὸ δὲ ζύθος ἰδίως μὲν σκευάζεται παρʼ ἐκείνοις, κοινὸν δʼ ἐστὶ πολλοῖς, καὶ παρʼ ἑκάστοις δὲ αἱ σκευασίαι διάφοροι. καὶ τοῦτο δὲ τῶν μάλιστα ζηλουμένων παρʼ αὐτοῖς τὸ πάντα τρέφειν τὰ γεννώμενα παιδία καὶ τὸ περιτέμνειν καὶ τὰ θήλεα ἐκτέμνειν, ὅπερ καὶ τοῖς Ἰουδαίοις νόμιμον· καὶ οὗτοι δʼ εἰσὶν Αἰγύπτιοι τὸ ἀνέκαθεν, καθάπερ εἰρήκαμεν ἐν τῷ περὶ ἐκείνων λόγῳ. φησὶ δʼ Ἀριστόβουλος ἐκ τῆς θαλάττης μηδὲν ἀνατρέχειν ὄψον εἰς τὸν Νεῖλον πλὴν κεστρέως καὶ θρίσσης καὶ δελφῖνος διὰ τοὺς κροκοδείλους, τοὺς μὲν δελφῖνας διὰ τὸ κρείττους εἶναι, τοὺς δὲ κεστρέας τῷ παραπέμπεσθαι ὑπὸ τῶν χοίρων παρὰ γῆν κατά τινα οἰκείωσιν φυσικήν· τῶν δὲ χοίρων ἀπέχεσθαι τοὺς κροκοδείλους στρογγύλων ὄντων καὶ ἐχόντων ἀκάνθας ἐπὶ τῇ κεφαλῇ φερούσας

p.1150
κίνδυνον τοῖς θηρίοις· ἀναθεῖν μὲν οὖν ἔαρος τοὺς κεστρέας γόνον ἔχοντας, μικρὸν δὲ πρὸ δύσεως πλειάδος καταβαίνειν τεξομένους ἀθρόους, ὅτε καὶ ἡ ἅλωσις αὐτῶν γίνεται περιπιπτόντων τοῖς φράγμασιν ἀθρόων· τοιαύτην δέ τινα εἰκάζειν ἔστι καὶ περὶ τῆς θρίσσης αἰτίαν. ταῦτα καὶ περὶ Αἰγύπτου.

περὶ δὲ Λιβύης ἐφεξῆς λέγωμεν, ὅπερ λείπεται μέρος τῆς συμπάσης γεωγραφίας. εἴρηται μὲν οὖν καὶ πρότερον πολλὰ περὶ αὐτῆς, ἀλλὰ καὶ νῦν ὅσα καίρια προσυπομνηστέον, προστιθέντας καὶ τὰ μὴ λεχθέντα πρότερον. οἱ μὲν οὖν πρὸς τὰς ἠπείρους τὴν οἰκουμένην διελόντες ἀνίσως διεῖλον· ἐμφαίνει γὰρ τὸ τριχῆ τὸ εἰς τρία ἴσα· τοσοῦτο δʼ ἀπολείπεται τοῦ τρίτον εἶναι μέρος τῆς οἰκουμένης ἡ Λιβύη ὥστε καὶ συντεθεῖσα μετὰ τῆς Εὐρώπης οὐκ ἂν ἐξισάζειν δόξειε τῇ Ἀσίᾳ· τάχα δὲ καὶ τῆς Εὐρώπης ἐλάττων ἐστί, κατὰ δὲ τὴν δύναμιν καὶ πολλῷ τινι· ἔρημος γάρ ἐστιν ἡ πολλὴ τῆς μεσογαίας καὶ τῆς παρωκεανίτιδος, κατοικίαις δὲ κατάστικτός ἐστι μικραῖς καὶ σποράσι καὶ νομαδικαῖς ταῖς πλείσταις· πρὸς δὲ τῇ ἐρημίᾳ καὶ τὸ θηριοτρόφον ἐξελαύνει καὶ ἐκ τῆς δυναμένης οἰκεῖσθαι· πολὺ δὲ καὶ τῆς διακεκαυμένης ἐπιλαμβάνει ζώνης. ἡ μέντοι καθʼ ἡμᾶς εὐδαιμόνως οἰκεῖται πᾶσα παραλία ἡ μεταξὺ Νείλου καὶ στηλῶν, καὶ μάλιστα ἡ ὑπὸ Καρχηδονίοις γενομένη· ἀνυδρίαι δέ τινες κἀνταῦθα παρεμπίπτουσιν, οἷαι περί τε τὰς Σύρτεις καὶ τοὺς Μαρμαρίδας καὶ τὸν Καταβαθμόν. ἔστι δὲ ὀρθογωνίου τριγώνου τὸ σχῆμα, ὡς ἄν τις ἐν ἐπιπέδῳ νοήσειε, βάσιν μὲν ἔχον τὴν καθʼ ἡμᾶς παραλίαν τὴν ἀπὸ τῆς Αἰγύπτου καὶ Νείλου μέχρι Μαυρουσίας καὶ στηλῶν, πρὸς ὀρθὰς δὲ ταύτῃ πλευρὰν ἣν ὁ Νεῖλος ποιεῖ μέχρι Αἰθιοπίας, προσεκβαλλόντων ἡμῶν ἕως Ὠκεανοῦ,

p.1151
τὴν δʼ ὑποτείνουσαν τῇ ὀρθῇ τὴν παρωκεανῖτιν ἅπασαν τὴν μεταξὺ Αἰθιόπων καὶ Μαυρουσίων. τὸ μὲν οὖν κατʼ αὐτὴν τὴν κορυφὴν τοῦ λεχθέντος σχήματος ἤδη πως ὑποπῖπτον τῇ διακεκαυμένῃ λέγομεν ἐξ εἰκασμοῦ διὰ τὸ ἀπρόσιτον, ὥστʼ οὐδὲ τὸ μέγιστον πλάτος τῆς χώρας ἔχοιμεν ἂν λέγειν· τὸ μέντοι τοσοῦτον ἐν τοῖς πρόσθεν λόγοις ἔφαμεν ὅτι ἐξ Ἀλεξανδρείας εἰς Μερόην τὸ βασίλειον τῶν Αἰθιόπων πρὸς νότον ἰόντι στάδιοί εἰσι περὶ μυρίους, ἐκεῖθεν δʼ ἐπʼ εὐθείας ἐπὶ τοὺς ὅρους τῆς διακεκαυμένης καὶ τῆς οἰκουμένης ἄλλοι τρισχίλιοι· τὸ γοῦν αὐτὸ θετέον τὸ μέγιστον πλάτος τῆς Λιβύης, μυρίους καὶ τρισχιλίους ἢ τετρακισχιλίους σταδίους, μῆκος δὲ μικρῷ ἔλαττον ἢ διπλάσιον. τὰ καθʼ ὅλου μὲν ταῦτα περὶ Λιβύης· τὰ καθʼ ἕκαστα δὲ λεκτέον ἀρξαμένοις ἀπὸ τῶν ἑσπερίων μερῶν καὶ τῶν ἐπιφανεστέρων.