Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ὄνος πατήσας σκόλοπα χωλὸς εἰστήκει. Λύκον δὲ ἰδὼν ἔφη αὐτῷ· ,,ὡ λύκε, ἰδοὺ ἐκ τοῦ πόνου ἀποθνήσκω· καὶ δεῖ με (μᾶλλον) σοῦ γενέσθαι δεῖπνον, ἢ γυπῶν ἢ κοράκων. Χάριν δὲ μίαν αἰτῶ σε, ἐξελεῖν πρῶτον τὸν σκόλοπα ἐκ τοῦ ποδός μου, ὅπως μὴ μετὰ πόνου τεθνήξομαι.“ Ὁ δὲ λύκος ἄκροις ὀδοῦσι δακὼν τὸν σκόλοπα ἐξεῖλεν. Ὁ ὄνος δὲ λυθεὶς τοῦ πόνου, ἐπὶ τὸν λύκον χάσκοντα λακτίσας, φεύγει, ῥῖνας καὶ μέτωπον καὶ ὀδόντας συνθλάσας. Ὁ δὲ λύκος ἔφη· ,,οἴμοι, δίκαια πάσχω, ὅτι μάγειρος εἶναι μαθὼν, τὸ πρῶτον νῦν ἱππίατρος ἠθέλησα γενέσθαι.“

Ὅτι τινὲς, διπλοῖς κινδύνοις περιπεσόντες, τοῖς ἐχθροῖς ὠφελεῖν πειρωμένοις δολίως ἀνταμοιβὴν κακὴν παρέσχον.

Ὄνος, ἔν τινι λειμῶνι νεμόμενος, ὡς ἐθεάσατο λύκον ἐπʼ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. Τοῦ δὲ προσελθόντος αὐτῷ, καὶ τὴν αἰτίαν πυνθανομένου, διʼ ἣν χωλαίνει, ἔλεγεν, ὡς φραγμὸν διαβαίνων σκόλοπα ἐπάτησε, καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθʼ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα

165
μὴ ἐσθίων περιπαρῇ. Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος, ὅλον τε τὸν νοῦν πρὸς τῇ ὁπλῇ ἔχοντος, ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐξετίναξε. Καὶ ὃς διατεθεὶς κακῶς ἔφη· ,,ἀλλʼ ἔγωγε δίκαια πέπονθα· τί γὰρ, τοῦ πατρός με μαγειρικὴν τέχνην διδάξαντος, αὐτὸς ἰατρικῆς ἐπελαβόμην;“

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσι.