Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ὀδοῦσιν ἧλον εἷλεν ἐξ ὄνου λύκος· αἰτῶν δὲ μισθὸν πλήττεται λὰξ τὴν γένυν. Λύκος δέ φησι· ,,πῶς μάγειρος ὢν πάλαι, ἰατρικῆς μετῆλθον ἔργʼ ἀναξίως;“ Πρὸς τοὺς τὴν ἰδίαν τέχνην καταλιμπάνοντας καὶ ἑτέραν μετερχομένους ἐπὶ βλάβῃ.
Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν εἰς κρημνὸν ἐφέρετο· μέλλοντος δʼ αὐτοῦ κατακρημνίζεσθαι, ὁ ὀνηλάτης ἐπιλαβόμενος τῆς οὐρᾶς ἐπειρᾶτο περιάγειν αὐτόν· τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη· ,,νίκα· κακὴν γὰρ νίκην νικᾷς.“
Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.