Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ὄνος, δορὰν λέοντος ἐπενδυθεὶς, λέων ἐνομίζετο πᾶσι· καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. Ὡς δὲ ἀνέμου πνεύσαντος ἡ δορὰ περιῃρέθη καὶ γυμνὸς ὁ ὄνος ἦν, τότε πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον.
Ὅτι πένης καὶ ἰδιώτης ὤν, μὴ μιμοῦ τὰ τῶν
164
πλουσίων, μή ποτε καταγελασθῇς καὶ κινδυνεύσῃς· τὸ γαρ ξένον ἀνοίκειον.Ὄνος ἐν Κύμῃ, λεοντῆν περιβαλόμενος, ἠξίου λέων αὐτὸς εἶναι, πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους ὀγκώμενος μάλα τραχὺ καὶ καταπληκτικόν· ἄχρι δή τις αὐτὸν ξένος, καὶ λέοντα ἰδὼν πολλάκις καὶ ὄνον, ἤλεγξε παίων τοῖς ξύλοις.