Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Νεβρὸς δήπστε πρὸς τὴν ἔλαφον εἶπε· ,,σὺ τῷ μεγέθει μείζων κυνὸς τυγχάνεις καὶ ταχυτάτη καὶ ὀξεῖα πρὸς δρόμον, κέρατα δὲ πρὸς ἂμυναν κατέχεις· καὶ τί, ὦ μῆτερ, οὕτω φοβῇ τοὺς κύνας ;“ Ἡ δὲ πρὸς αὐτὸν ἔφη γελῶσα οὕτως· ,,ὅτι μὲν ἐγὼ ταῦτα ἅπαντα ἔχω, εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον· ἐπὰν δὲ κυνὸς ὑλακῆς ἀκούσω, σκοτοῦμαι καὶ πρὸς φυγὴν τρέπομαι.“
Ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιδῥώννυσι.
Nέος ἄσωτος, καταφαγὼν τὰ πατρῷα, ἱματίου δὲ μόνου αὐτῷ περιλειφθέντος, ὡς ἐθεάσατο χελιδόνα παρὰ καιρὸν ὀφθεῖσαν, οἰόμενος ἤδη θέρος εἶναι, ὡς μηκέτι δεόμενος ἱματίου, καὶ τοῦτο ἐπώλησεν. Ὕστερον δὲ, χειμῶνος ἐπιλαβομένου καὶ σφοδροῦ γενομένου τοῦ ἀέρος, ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν κειμένην, ἔφη πρὸς αὐτήν· ,,ὦ αὕτη, σὺ κἀμὲ ἀπώλεσας.“
Ο μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν πραττόμενον ἐπικίνδυνόν ἐστιν.