Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐρωτώμενος, ὅπως διετέθη, πλέον εἶπε τοῦ δέοντος ἱδρωκέναι· ὁ δὲ ἀγαθὸν ἔφη τοῦτʼ εἶναι. Ἐκ δευτέρου δὲ παρʼ αὐτοῦ πάλιν ἐρωτηθεὶς, ὅπως ἔσχε, φρίκῃ συσχεθεὶς εἶπε σφοδρῶς διατετινάχθαι· ὁ δὲ καὶ τοῦτʼ ἀγαθὸν ἔφησεν εἶναι. Ἐκ δὲ τρίτου αὖθις ἐρωτηθεὶς, ὅπως διεγένετο, εἶπεν ὑδέρῳ περιπεπτωκέναι· ὁ δὲ καὶ τοῦτο πάλιν ἀγαθὸν εἶπεν εἶναι. Εἶτα τῶν οἰκείων τινὸς αὐτὸν ἐρωτήσαντος, ὅπως ἔχει· ,,ἐγὼ“ εἶπεν, ,,ὡ οὗτος, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι.“
Ὁ μῦθος δηλοῖ, ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν.
Νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλους κοιωνίαν σπεισάμενοι ἐμπορεύεσθαι διέγνωσαν. Καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια τὸ πλοῖον. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Καὶ ἡ μὲν αἴθυια ἀπʼ ἐκείνου τὸ πλοῖον ζητοῦσα ἐπὶ (κατὰ ?) τοῦ βυθοῦ δύνει, οἰομένη ποτὲ εὑρήσειν· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τὰς ἐσθῆτας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμβάνεται (τῶν) ἱματίων, προσδοκῶσα τὰ ἴδια ἐπιγνώσεσθαι.
Ὁ λόγος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν, περὶ ἃ πρότερον πταίσωμεν.