Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. Καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου, ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς τὸν θατέρου καθῆκε κόλπον. Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δʼ ἔχων μὴ εἰληφέναι. Ὁ δὲ μάγειρος, αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν· ,,ἀλλὰ κἂν ἐμὲ λάθητε, τόν γʼ ἐπιορκούμενον θεὸν οὔκουν λήσετε.“

Νεανίσκος τις ἐφʼ ἵππον ἀνέβη μαινόμενον. Αρπάσας δὲ αὐτὸν ἔφερεν ὁ ἵππος· ὁ δʼ οὐκ ἔτι καταβηναι

149
τοῦ ἵππου θέοντος ἐδύνατο. Καί τις ἀπαντήσας ἠρώτησεν αὐτὸν ,,ποίαν ἄπεισιν;“ Ὁ δʼ εἶπεν· ,,ὅποι ἂν τούτῳ δοκῇ,“ δεικνὺς τὸν ἵππον.

Οὕτω πολλοὶ, ἄν τις ἐρωτᾷ ,,ποῖ φέρεσθε;“ τἀληθῆ ἐθέλοντες λέγειν, ἐροῦσιν, ἀπλῶς μὲν ,,ὅποιπερ ἂν ταῖς ἐπιθυμίαις δοκῇ,“ κατὰ μέρος δὲ ὅποιπερ ἄν τῇ ἡδονῇ δοκῇ, ποτὲ δὲ ὅποι τῇ δόξῃ, ποτὲ δὲ αὖ τῇ φιλοκερδείᾳ· ποτὲ δὲ ὁ θυμὸς, ποτὲ δὲ ὁ φόβος, ποτὲ δὲ ἄλλο τι τοιοῦτον αὐτούς ἐκφέρει.