Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθʼ ἑτέρων τινῶν ἔπλει. Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου, καὶ τῆς νεὼς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναιτς παρʼ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος

148
μυρία ἐπηγγέλλετο, ἐὰν περισωθῇ. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· ,,σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει.“

Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν, καὶ εἶθʼ οὕτως τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι.

Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. Καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος τὸ κρέας εἰς τοῦ ἑτέρου τὸν κόλπον καθῆκεν αὐτό. Ἐπι- στραφέντος δὲ τοῦ μαγείρου καὶ ἐπιζητοῦντος ἐκεῖνόν τε αἰτιωμένου, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι· καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, ἔφη· ,,ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι οὐ λήσετε.“

Ὁ λόγος δηλοῖ, ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασκευάζηται.