Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν, παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος, ἀπεπνίγετο. Περιστερὰ δὲ τοῦτο θεασαμένη, κλῶνα δένδρου περιελοῦσα, εἰς τὴν πηγὴν ἔδῤῤιψεν, ἐφʼ οὐ καὶ καθίσας ὁ μύρμηξ διεσώθη. Ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς, ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. Τοῦτο δʼ ὁ μύρμηξ ἐωρακὼς, τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. Ὁ δὲ ἀλγήσας τούς τε καλάμους ἔῤῤιψε, καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν.

Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι.

Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν καὶ βουλόμενος πιεῖν, ἀπεπνίγετο· περιστερὰ δὲ καθεζομένη ἐν τῷ παρεστηκότι δένδρῳ, ἐθεάσατο αὐτὸν, καὶ κόψασα φύλλον ἀπὸ τοῦ δένδρου ἔδῤῥιψεν εἰς τὴν πηγὴν, διʼ οὖ ἐπιβὰς ὁ μύρμηξ ἐσώθη. Ἰξευτὴς δέ τις παρασταθεὶς καὶ συνθεὶς τοὺς καλάμους, τὴν περιστερὰν συλλαβεῖν ἐβουλήθη. Ὁ δὲ μύρμηξ θεασάμενος, ἔδακε τὸν πόδα τοῦ ἰξευτοῦ. Ὁ δὲ ἀλγήσας, ῥίψας τοὺς καλάμους, ἐποίησε φυγεῖν τὴν περιστεράν.

Ὁ μῦθος δηλοῖ, ὅτι, εἰ καὶ τὰ ἄλογα ζῶα αἴσθησιν ἔχουσι τοῦ καλοῦ, πῶς οὐ δεῖ ἡμᾶς τοὺς εὐεργέτας ἀμείβεσθαι; [ἤ· Δύνανται καὶ τὰ μικρὰ τοῖς εὐεργέταις μεγάλας ἀμοιβὰς παρέχειν.]