Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Μῦς ἀρουραῖος ἀστικῷ γίνεται φίλος μυῒ, καὶ τὴν

146
φιλίαν πιστούμενος πρῶτος εἰς ἀγρὸν τὸν ἀστικὸν παρελάμιβανε, καὶ ξενίαν αὐτῷ παρετίθει καὶ τράπεζαν, ἃ φέρειν οἶδε τοῖς ἐνοικοῦσιν ἀγρός. Ἀμειβόμενος δὲ τὴν ξενίαν ὁ ἀστικὸς εἰς ἄστυ τὸν ἀρουραῖον ἐκόμιζε, καὶ εἰς ἀνδρὸς εὐπόρου παρελάμβανεν οἶκον. Ὡς δὲ τῶν ὄντων ἤδη προσάπτεσθαι ἤθελον, προσιών τις ἀνέκοπτε· καὶ τοσαυτάκις τῆς ἐν τοῖς ὄψοις ἀπηλαύνοντο πείρας, ὁσάκις ἐπειρῶντο μεταλαμβάνειν. Καὶ τελευταῖον ὁ ἀρουραῖος„ ἄπειμι“ ἔφη, „τὴν ἐν ἀγροῖς προτιμῶν μετριότητα τῆς ἐν ἄστει τρυφῆς.“

Οὕτως οἱ μέτρια κτώμενοι τῶν πλουτούντων εἰσὶν αἱρετώτεροι.

Μύες δύο, ὁ μὲν ἀρουραῖος, ὁ δὲ οἰκόσιτος, κοινὸν εἶχον τὸν βίον. Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων ἐπὶ τῆς ἀρούρας ἔτι ἀνθούσης. Τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν ταῖς βώλοις εἶπε· „Μύρμηκος ζῇς βίον, ταλαίπωρε. Ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ. Ἐὰν ἔλθῃς μετʼ ἐμοῦ, ὡς θέλεις, ἀσωτεύσῃ.“ Ἀπῆγε πείσας τὸν μῦν ἐν τῷ οἴκῳ. Ἔδειξε δὲ αὐτῷ σῖτον καὶ ἄλευρα καὶ ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας· οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη· ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου σύρων. Ἤνοιξέ τις τὴν θύραν· οἱ δʼ ἔφυγον εἰς στενὴν τρώγλην, ἔτριζον δὲ ὑπʼ ἀλλήλων στενούμενοι. Ὡς δὲ πάλιν ἤμελλεν ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, ἕτερος ἦλθεν ἄλλο τι ἆραι· οἱ δʼ ἔνδον ἐκρύπτοντο. Ὁ δὲ ἀρουραῖος μῦς ,,καίπερ τοσαῦτα δειπνῶν,“ εἶπε „χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόβως καὶ λιτῶς ζήσω.“