Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν· καὶ τῇ γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει, τοὺς τῶν γειτόνων καρποὺς ὑφαιρούμενος. Ὁ δὲ Ζεὺς ἀγανακτήσας κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῶον, ὃ καλεῖται μύρμηξ. Ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέβαλε· μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς πόνους τῶν ἄλλων συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει.
Ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κἂν τὰ μάλιστα κολάζωνται, τὸν τρόπον οὐκ ἀποτίθενται.
Θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν, ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρʼ αὐτὸν τὸν καιρὸν μοχθεῖ, παρʼ ὃν τὰ ἄλλα ζῶα πόνων ἀφειμένα ῥᾳστώνην ἄγει. Ὁ δὲ τότε μὲν ἡσύχαζεν· ὕστερον δὲ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμβρου κλυσθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαβεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς αὐτόν· „ὦ κάνθαρε, ἀλλʼ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καί με ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου.“