Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέατος, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἤμελλεν, ἔφη πρὸς ἑαυτήν „ἀλλʼ ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι, καὶ θνησκούσῃ οὐ μέλει μοι.

Ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθῶσι.

Ἔν τινι ταμιείῳ μέλιτος ἐκχυθέντος μυῖαι προσπιᾶσαι

144
κατήσθιον· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίσταντο. Ἐμπαγέντων δʼ αὐτῶν τῶν ποδῶν, ὡς οὐκ ἡδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν· „ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα.“

Οὕτω πολλάκις ἡ λιχνεία πολλῶν κακῶν αἰτία γίνεται.