Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. Ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, ἐπειδὴ συνῆλθον εἰς ταὐτὸν, ὑπέλαβον, ὅτι διʼ ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐπιλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν· οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων εἶναι, κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. Ἐνστάσης δὲ τῆς μάχης, συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. Οἱ μὲν οὖν ἄλλοι πάντες ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ, μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὑτῶν, συλλαμβανόμενοι κατησθίοντο.

Οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία [διὰ φιληδονίαν] γίνεται.

143

Ποτὲ γαλέαι ἐμάχοντο τοῖς μυσὶν, αὐτούς κατατροποῦσαι καὶ ἀναιροῦσαι. Εἶπον δὲ οἱ μύες καθʼ ἑαυτοὺς τοιαῦτα· „οὐ παραλόγως γαλέαι ἡμᾶς ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα, ὥσπερ αὗται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες, καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. Καὶ παραυτίκα συμβούλιον λαβόντες, κατεστήσαντο τοὺς παμμεγέθεις μύας ἀρχηγέτας τε καὶ στρατηγοὺς τῶν ἄλλων. Καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες, καὶ παρατάξεις αὖθις πεποιηκότες, ἢρξαντο κρότων τῶν τοῦ πολέμου. Τῶν γὰρ αὐτῶν σαλπίγγων σαλπισασῶν ἐναπήρξαντο πολεμεῖν πρὸς τὰς γαλέας· αἵ κατὰ κράτος τοὺς μύας ἡττήσασαι, ἔτρεψαν τοὺς δυστήνους εἰς φυγήν. Οἱ μὲν οὖν ἄοπλοι πεφευγότες ἐν τοῖς τοίχοις εἰσεληλύθεσαν εἰς ῥαγάδας αὐτίκα· οἱ δʼ ἔνοπλοι καὶ ἀρχηγέται τούτων, οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων, μὴ δυνάμενοι ἐν ταῖς ὀπαῖς ἐμβῆναι, διεφθάρησαν ἅπαντες ὑπὸ τῶν γαλεῶν.

Ὁ μῦθος δηλοῖ, ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως κρείττων ἐστὶν ἡ εὐτέλεια, ἢ ἡ λαμπρότης καὶ δόξα τοῦ βίου.