Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Εἰς μελιττουργεῖόν τις εἰσελθὼν τοῦ κεκτημένου ἀπόντος, τὸ κηρίον ἀφείλετο. Ὁ δὲ ἐπανελθὼν, ἐπειδὴ τὰς κυψέλας εἶδεν ἐρήμους, εἰστήκει τὸ κατʼ αὐτὰς διερευνώμενος. Αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, ὡς κατέλαβον αὐτὸν, τοῖς κέντροις ἔπαιον, καὶ τὰ χείριστα διετίθουν. Ὁ δὲ πρὸς αὐτάς· „κάκιστα ζῶα,

142
τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῶον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε;“

Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς, διʼ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.

Μηναγύρται, ὄνον ἔχοντες, τούτῳ εἰώθεσαν τὰ σκεύη ἐπιτιθέντες ὁδοιπορεῖν. Καὶ δή ποτε ἀποθανόντος αὐτοῦ ἀπὸ κόπου, ἐκδείραντες αὐτὸν, ἐκ τοῦ δέρματος τύμπανα κατεσκεύασαν, καὶ τούτοις ἐχρῶντο. Ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ πυνθανομένων αὐτῶν, ποῦ ἂν εἴη ὁ ὄνος, ἔφασαν, τεθνηκέναι μὲν αὐτὸν, πληγὰς δὲ τοσαύτας λαμβάνειν, ὅσας οὐδὲ ζῶν ὑπέμεινεν.

Οὕτω καὶ τῶν οἰκετῶν ἔνιοι, εἰ καὶ τῆς δουλείας ἀφεθῶσιν, τῶν δουλικῶν οὐκ ἀπαλλάττονται.