Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ὑμηττία μέλισσα, κηρίων μήτηρ, ἀνῆλθεν εἰς θεῶν οἴκους, φέρουσα τῷ Διὶ μέλι μήπω καπνισθέν. Ὁ Ζεὺς δὲ τῷ δώρῳ ἐτέρφθη, καὶ ὑπέσχετο δοῦναι γέρας ὃ ἂν αἰτήσηται. Ἡ δʼ εἶπε· „δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσοι ἆραι, ἀναιρῶ τοῦτον. Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει· ἠγάπα γὰρ τούς ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν. Τοιοῦτον δʼ ἔδωκεν, ὡς αὐτὴν ἀποθνήσκειν ἅμα τῷ πλῆξαι· ζωὴ γὰρ αὐτῆς ἐστι πετομένης τὸ κέντρον.
Ἐν κοίλῃ δρυῒ μέλι κατειργάζοντο μέλισσαι. Ποιμὴν δέ τις αὐταῖς ἐργαζομέναις περιτυχὼν, ἀφελέσθαι προῃρεῖτο τοῦ μέλιτος· αἱ δὲ ἄλλοθεν ἄλλαι περιιπτάμεναι αὐτὸν ὤθουν τοῖς κέντροις. Καὶ τελευταῖον ὁ ποιμὴν„ ἄπειμι“ ἔφη „μηδὲν δεόμενος μέλιτος, εἰ δεῖ μελίσσαις περιτυχεῖν.“
Τὰ κακὰ κέρδη τοῖς διώκουσι κίνδυνος.