Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Οὗτοι μέντοι πρὸς ἀμφότερα μᾶλλον δὲ πρὸς πάντα βούλονται πεφυλάχθαι καθάπερ ἴσως καὶ δεῖ· κυρία δὲ ἡ ὠνὴ καὶ ἡ πρᾶσις εἴς μὲν κτῆσιν ὅταν ἡ τιμὴ δοθῇ καὶ τὰ ἐκ τῶν νόμων ποιήσωσιν, οἷον ἀναγραφὴν ἢ ὅρκον ἢ τοῖς γείτοσι τὸ γιγνόμενον, εἰς δὲ τὴν παράδοσιν καὶ εἰς αὐτὸ τὸ πωλεῖν ὅταν ἀραβῶνα λάβῃ. Σχεδὸν γὰρ οὕτως οἱ πολλοὶ νομοθετοῦσιν· ἀλλὰ τοῦτο προσδιοριστέον ἐὰν μὴ παρὰ μεθύοντος μηδʼ ἐξ ὀργῆς μηδὲ φιλονεικίας μηδὲ παρανομοῦντος ἀλλὰ φρονοῦντος καὶ τὸ ὅλον δικαίως, ὅπερ κἀκεῖ προσθετέον ὅταν ἀφορίζῃ παρʼ ὧν δεῖ ὠνεῖσθαι. Τάττουσι δέ τινες

καὶ τὸν ἀραβῶνα πόσον δεῖ διδόναι πρὸς τὸ πλῆθος τῆς τιμῆς μερίζοντες· ἄτοπον γὰρ ἐὰν δακτύλιον δῷ τῶν δέκα ταλάντων. Ἔοικε γὰρ ἐκ καιροῦ τὰ τοιαῦτα καὶ πάθους γίγνεσθαι· δεῖ δʼ ἐκ προαιρέσεως· οὕτω γὰρ ἔσται τὸ δίκαιον.