Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἐπεῖ δὲ καὶ προστασίας τινὲς ὠνοῦνται καὶ πωλοῦσιν ἀπαλλοτριοῦν ἐθέλοντες ὀρθῶς ἔχει καὶ πρὸς ταῦτα νομοθετεῖν, ὅπερ καὶ ποιοῦσιν, ἅμα ταῦτά τε βούλου μένοι κωλύειν καὶ τὴν ἐμφανῆ ποιεῖν ὥσπερ ἐν τοῖς ἐνίων· κελεύουσι γὰρ ἐάν τις οἰκίαν πρίηται θύειν ἐπὶ τοῦ Ἀπόλλωνος τοῦ ἐπικωμαίου· ἐὰν δὲ χωρίον ἐπὶ τῆς κώμης ᾗ αὐτὸς οἰκεῖ καὶ ὀμνύειν ἐναντίον τῆς ἀρχῆς ἐγγραφούσης καὶ κωμητῶν τριῶν ᾖ μὴν ὠνεῖεσθαι δικαίως ὡς μηδὲν συγκακουργοῦντα μήτε τέχνῃ μήτε μηχανῇ μηδεμιᾷ, τὸν αὐτὸν δὲ τρόπον καὶ τὸν πωλοῦντα πωλεῖν ἀδόλως. Τὸν δὲ μὴ οἰκοῦντα ἐν ἄστει θύειν τὸν ὅρκον ἐπὶ τοῦ Διὸς τοῦ ἀγοραίου, τὴν δὲ θυσίαν τῶν ἐλαττόνων εἶναι θυλήμασιν, ἄνευ δὲ τούτων μὴ ἐγγράφειν τὴν ἀρχήν· ἅμα καὶ ἐν τῷ ὅρκῳ προσορμίζειν αὐτὴν ἐὰν μὴ ὀμνύωσι μηδὲ ἐγγράψειν τὴν ὠνήν.