Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἐὰν δὲ λαβὼν ἀραβῶνα μὴ δέχηται τὴν τιμὴν ἢ δοὺς μὴ καταβάλῃ ἐν τῷ ὡρισμένῳ χρόνῳ - δεῖ γὰρ ὡρίσθαι καθάπερ ἐν τοῖς Θουρίων τὸν μὲν ἀραβῶνα παραχρῆμα τὴν δὲ τιμὴν αὐθήμερον· οἱ δὲ καὶ πλείους ἡμέρας τίθενται τῆς τιὸ μῆς, οἱ δὲ ἁπλῶς ὅσας ἂν ὁμολογήσωσι - τὸ δὲ ἐπιτίμιον ἑκατέρῳ, πότερον τῷ μὲν στέρησις τοῦ ἀραβῶνος· οὕτω γὰρ σχεδὸν οἵ τε ἄλλοι κελεύουσι καὶ οἱ Θουριακοί· τῷ δὲ μὴ δεχομένῳ ἔκτισις ὅσου ἂν ἀποδῶται· καὶ γὰρ τοῦτο ἐν τοῖς Θουρίων ἡ ἄνισος ζημία· πολλαπλασία γὰρ ἡ τιμὴ τοῦ ἀραβῶνος· ἔτι δὲ καὶ βλάπτοιτʼ ἂν ὁ ἀποδόμενος ἀφεὶς ἑκατέρους ἐπειδή τις ἐφ' ἡμέραν μίαν ὁρίσειεν· οὕτω γὰρ μάλιστ' ἐνδέχεται. τιμήν· πότερον δὲ ἕως ἂν κομίσηται κύριον εἶναι τοῦ κτήματος; οὕτω γὰρ οἱ πολλοὶ νομοθετοῦσιν· ἢ ὥσπερ Χαρώνδας καὶ Πλάτων; οὗτοι γὰρ παραχρῆμα κελεύουσι διδόναι καὶ λαμβάνειν· ἐὰν δέ τις πιστεύσῃ, μὴ εἶναι δίκην· αὐτὸν γὰρ αἴτιον εἶναι τῆς ἀδικίας. (Stobae. Serm. 42, p. 280, 281.)