Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Εὔλογον δὲ καὶ ἐν τῷ ὕδατι μὴ δύνασθαι διαμένειν ὅσῳ λεπτότερον ὂν τῆς θαλάσσης ἐγγυτέρω τοῦ ἀέρος ἐστὶ, καὶ ὅτι φύσει γε ψυχρόε τερόν ἐστι, διὸ καὶ πολύπους φεύγει. Καὶ διὰ τοῦτο περὶ Ἑλλήσποντον καὶ τὸν Πόντον οὐκ ἔστιν. Οἱ δὲ ἰχθύες τίκτουσιν ἀναπλέοντες εἰς τοὺς ποταμοὺς καὶ τὰς λίμνας ὅτι εὐδία μᾶλλον κυμάτων καὶ πνευμάτων· καὶ τὰ θηρία ἐλάττω καὶ οἱ κατεσθίοντες ὅλως καὶ διαφθείροντες ἰχθῦς.
Ἡ δὲ τῆς θαλάττης θερμότης ἐξ ἐκείνου φανερὰ τῷ μὴ διαμένειν δύνασθαι ἐν ταύτῃ τὰ ἐκ τῶν ποταμῶν ἀλλὰ μᾶλλον τὰ ἐκ τῆς θαλάττης ἐν τοῖς ποταμοῖς καὶ ταῖς λίμναις. Ἴσως δʼ αὐτὸ τοῦτο πρότερον σκεπτέον πότερον θερμότερον ὁ ἀὴρ ἢ τὸ ὑγρόν· εἰ γὰρ ὁ ἀὴρ ὥσπερ ἂν δόξειεν, ἐγγυτέρω γ' ὢν τοῦ πυρὸς, ἧττον ἀεὶ θερμὰ τὰ τούτῳ κατεχόμενα. Τοῦτο δὲ εἰ μὴ καὶ πρὸς τὰ νῦν ὑπεναντίον ἀλλὰ πρὸς ἐκείνην τὴν δόξαν τὴν λεγομένην ὅτι θερμότατα πάντων τὰ ἔναιμα καὶ ζωοτόκα. Περὶ μὲν οὖν τούτων ἐπισκεπτέον.
Οἱ δʼ ὀρυκτοὶ τῶν ἰχθύων - εἰσὶ γὰρ ἐνιαχοῦ καὶ τοιοῦτοι καθάπερ καὶ περὶ Ἡράκλειαν καὶ ἄλλοθι τῶν ἐν τῷ Πόντῳ - γίνονται μὲν καὶ παρὰ τοὺς ποταμοὺς καὶ τὰ ἔνυδρα χωράφια. Συμβαίνει δʼ ἀναξηραινομένων τούτων ἐγκαταλειπομένους
κατὰ μικρὸν συστέλλεσθαι καὶ διώκοντας τὴν ὑγρότητα δύεσθαι κατὰ τῆς γῆς, εἶτα καταξηραινομένης διαμένειν, ἐν τῇ ἰκμάδι καθαπερανεὶ ταριχευομένους, ἐν τῇ γῇ, ὥσπερ τοὺς ἐν ταῖς φωλείαις διαρκοῦντας· ὅταν δʼ ἀνασκάπτωνται τότε κινεῖσθαι.Παραπλήσιον δ' ἐστὶ τούτῳ καὶ τὸ ἐπὶ τῶν ἐκπηγνυμένων ἐν τῷ Πόντῳ ὅταν περιλαμβάνωνται τῷ κρυστάλλῳ· οἱ οὐ πρότερον αἰσθάνονται καὶ κινοῦνται πρὶν εἰς τὰς λοπάδας ἐμβληθῆναι καὶ ἕψεσθαι· πάντων δὲ μάλιστα δοκεῖ πάσχειν τοῦθʼ ὁ κωβιός. Ὅλως δʼ οἱ ὀρυκτοὶ γίνονται ἰχθύες διὰ τὸ ὑπερβάλλοντας τοὺς ποταμοὺς ὅταν πάλιν εἰς τὸ ἀρχαῖον καθιστῶνται ῥεῖθρον ἐγκαταλείπειν ἐν τοῖς ἀναξηραινομένοις ἔνθα μὲν ὠὰ ἔνθα δὲ τοιαύτας ἀρχὰς ἐξ ὧν ἡ γένεσις.