Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 171

Τῆς τῶν ἰχθύων ἐν τῶ ξηρῷ διαμονῆς --- δοκεῖ γὰρ οἷον παρὰ φύσιν τῷ ἀέρι καταψύχεσθαι τὰ μὴ δεχόμενα τὸν ἀέρα καὶ μᾶλλον ὅσα δέχεται τὸ ὑγρὸν καὶ διὰ τοῦτο σώζεται. Θαυμασιώτατον δὲ, εἴπερ ἀληθὲς, τὸ τοῦ ἐξωκοίτου καλουμένου· τοῦτον γάρ φασιν ὁσημέραι ποιεῖσθαι τὴν κοίτην ἐν τῇ γῇ, διὸ καὶ τοὔνομα εἰληφέναι. Φαίνεται δʼ οὖν, εἴπερ δύναται δρᾶν, ἐπαμφοτερίζειν, οὐ τῇ τροφῇ καὶ τῇ διαγωγῇ καθάπερ ἡ φώκη καὶ ἐμὺς καὶ ἕτερʼ ἄττα, καὶ τῶν ὀρνίθων δὲ πολλοὶ, ἀλλὰ καὶ τῷ δέχεσθαι καὶ τὸν ἀέρα καὶ τὴν θάλατταν, οὐχ οὕτως ὥσπερ ὁ δελφὶς καὶ ἕτερʼ ἅττα, φύσει μὲν οὖν ὄντα ἀναπνευστικὰ καὶ τὴν θάλατταν δεχόμενα καὶ ἀναφυσῶντα πρὸς τὴν χρείαν ἀλλʼ ἀμφότερα πρὸς τὴν τοῦ ζῆν διαμονήν. Ἄτοπος δʼ ἂν αὐτοῖς ἡ φύσις καὶ ἡ δύναμις εἴη.

Τὰ δʼ ἐν Ἐνδοῖς ἰχθύδια τὰ ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντα καὶ πηδῶντα καὶ πάλιν εἰς τὸ ὕδωρ ἀπιόντα, καθάπερ οἱ βάτραχοι, θαυμαστὰ μὲν οὖν, οὐχ ὁμοίως δὲ τούτοις, ὅσῳ τὸ ὀλίγον χρόνον ἢ πολὺν καὶ τελευταῖον ἧττον θαυμαστόν· ἡ δʼ ὄψις ὁμοία τούτων τοῖς μαζίναις καλουμένοις. Εἰσὶ δὲ καὶ περὶ Βαβυλῶνά τινες, οὕς φασι διαμένειν ἐν ταῖς τρώγλαις ταῖς ἐχούσαις ὑγρότητα ξηραινομένου τοῦ ποταμοῦ· τούτους δʼ ἐξιόντας ἐπὶ τὰς ἅλως νέμεσθαι καὶ βαδίζειν ἐπὶ τῶν πτερυγίων

καὶ ἄμα κινεῖν τὴν οὐρὰν, καὶ ὅταν διώκωνται φευγεῖν καὶ εἰσδύντας ἀντιπροσώπους ἵστασθαι· πολλάκις γὰρ προσιέναι τινὰς καὶ ἐρεθίζειν. Ἔχουσι δὲ τὴν μὲν κεφαλὴν ὁμοίαν βατράχῳ θαλαττίῳ τὸ δʼ ἄλλο σῶμα κωβιῷ βράγχια δὲ ὥσπερ καὶ οἱ ἄλλοι ἰχθύες. Ὅτι δʼ οὐ πόδας ἔχουσιν ἀλλʼ ἐπὶ τῶν πτερυγίων βαδίζουσι τεθεώρηται. Ἐλάμβανον γὰρ πολλοὺς οἱ διώκοντες· τὰ δὲ πτερύγια εὐμεγέθη·

τὸ δʼ ἐκ τῆς γῆς τὴν τροφὴν λαμβάνειν οὐκ ἄλογον· ἔνιοι γὰρ καὶ ἐν τῷ ὑγρῷ ὄντες πηλὸν ἐσθίουσι καὶ φῦκος καὶ τὰ τοιαῦτα. Καὶ ὅλως δὲ εἴπερ ἐν τῷ ἀέρι διαγίνονται καὶ τὸ τῆς τροφῆς οὐκ ἄλογον· ἐπεὶ καὶ ὁ πολύπος ἐξιὼν λαμβάνει καὶ ἡ μύραινα καὶ ἄλλοι δὲ ὥς φασι. Καὶ τὸ ὅλον οὐκ ἄλογον, ὥσπερ τῶν πεζῶν καὶ πτηνῶν ἔνια ταῖς ἐνύδροις χρῆται, καὶ τὰ ἔνυδρα ταῖς ἐν τῇ γῇ καὶ τὴν φύσιν ὁμοίως ἀνταποδιδόναι τὸ ἀνάλογον. Φαίνεται δὲ καὶ ὁ ἵππος ὁ ποτάμιος τοιοῦτον. Ἀλλʼ ἐκεῖνο θαυμαστὸν, ὥσπερ εἴπομεν, εἴ τι δύναται τοῖς αὐτοῖς μορίοις ὡς ὀργανικοῖς ὁτὲ μὲν ἐπισπᾶσθαι τὸν ἀέρα καὶ ἕλκειν ὁτὲ δὲ τὸ ὑγρὸν δέχεσθαι. Τάχα δὲ τούτου μᾶλλον, εἰ ὁτὲ μὲν ὁ ἀὴρ σύμμετρος πρὸς τὴν κατάψυξιν ἢ ὁτιδήποτέ ἐστιν ἐκ τῆς ἀναπνοῆς γινόμενον, ὁτὲ δὲ τὸ ὑγρόν· οὐ γὰρ ἅμα γʼ ἄμφω.

Τὸ δὲ τῶν πολυπόδων ἧττον θαυμαστόν· οὐ γὰρ δέα χονται τὴν θάλατταν· καὶ οἱ κάραβοι καὶ οἱ ἀστακοὶ καὶ οἱ καρκίνοι καὶ τἆλλα τὰ τοιαῦτα, ὥστε μὴ μεγάλης ἄγαν τῆς μεταβολῆς οὔσης ῥᾷον ὑπομένειν. Ὃ καὶ περὶ τὰς ἐγχέλυς φαίνεται συμβαίνειν· πολὺν γὰρ χρόνον δύνανται ζῆν ἔξω τοῦ ὑγροῦ διὰ τὸ μικρὰ τὰ βραγχία ἔχειν καὶ ὀλίγον δέχεσθαι τὸ ὑγρόν· καὶ τὴν μύραιναν καὶ εἴ τι ἄλλο τοιοῦτον, ἢ καὶ τὸ ὅλον ὀφιῶδες, ἥκιστα ἄτοπον.