Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἔνια γὰρ οὐκ ἐκ ζώων ὥσπερ ἡ ἔγχελυς· δοκεῖ δʼ αὕτη γίνεσθαι καὶ ὁ καλούμενος κεντρίσκος ὥσπερ καὶ ἐν Ἡρακλείᾳ περὶ τὸν Λύκον ποταμόν· ἐγκαταλειφθέντα δʼ ἀπομορφοῦται καὶ διαμένει. Τὴν διαμονὴν δὲ οὐκ ἄτοπον εἶναι· τροφῆς γὰρ ὀλίγης δεῖται πολλὰ τῶν τοιούτων ὥσπερ καὶ οἱ ὄφεις καὶ τὰ φωλεύοντα. Συμβαίνει δὲ καὶ ταύτην ἱκανὴν ἔχειν ὠῶν τὴν πρώτην καὶ μετὰ ταῦτα τὴν ἐκ τῆς γῆς ἰκμάδα διαδιδομένην· οὐ μὴν μέγεθός γε τοιαῦτα λαμβάνειν οὔτʼ εἰκὸς οὔτε φασὶ διὰ τὸ μήτε χώραν ἔχειν μήτε τροφὴν δαψιλῆ· δεῖ δὲ ἄμφω ταῦτα πρὸς τὴν αὔξησιν·

τὸ δʼ ἐν τῷ ἀέρι δύνασθαι διαμένειν τούτοις μὲν οὐ παντελῶς ὑπάρχει, τοῖς δʼ ἐξιοῦσιν ἐκ τῶν τόπων καὶ νεμομένοις· αὐτοὶ δὲ μικρᾶς εἰώθασι δέεσθαι καταψύξεως ὥστε σύμμετρον αὐτοῖς εἶναι τὴν ἀπὸ τοῦ ἀέρος. Δηλοῖ δὲ καὶ ἡ τῶν βραγχίων στενότης ὡς οὐ πολλῆς δεομένων· διὸ καὶ ἡ ἔγχελυς ἔν τε τῷ ἀέρι πολὺν χρόνον ζῇ καὶ ἐν τοῖς θολεροῖς ὕδασι τάχιστα ἀποπνίγεται. Καὶ ἅμα ἐν τοῖς γε ὀρυκτοῖς καὶ ἡ ἀπὸ τῆς γῆς ἀπόψυξις ἐκ τῆς περιοχῆς ἱκανὴν ποιεῖ τὴν βοήθειαν.

Ἴδιον δέ τι παρὰ ταῦτα καὶ λόγου δεόμενον τὸ περὶ τοὺς ἐν Παφλαγονίᾳ ὀρυκτοὺς ἰχθῦς· ὀρύττεσθαι γάρ φασιν ἐκεῖ κατὰ βάθους πλείονος ἀγαθοὺς καὶ πολλούς· τὸν δὲ τόπον οὔτʼ ἐπίκλυσιν ποταμοῦ λαμβάνειν οὔθʼ ὕδατος σύστασιν, ἀφʼ ὧν δήφαμεν ἐγκαταλείπεσθαι τὰ ὠὰ καὶ τὰς ἀρχὰς τῆς γεωνέσεως. Λοιπὸν γὰρ δὴ αὐτομάτους φύεσθαι, καὶ τοῦτο συνεχῶς - ἀδύνατος γὰρ ἡ πρὸς ἀλλήλους μίξις -, εἴτε δὴ τοῦτο θετέον ὥσπερ ἐνύγρου τινὸς χώρας οὔσης καὶ τὸ ὅλον γονίμου τῶν τοιούτων διὰ τὸ συμμετρίαν τινὰ ἔχειν τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ - συμβαίνει γὰρ δὴ γίγνεσθαι καὶ ἑτέρους τινὰς αὐτομάτους ἰχθῦς -, εἴτε διανάειν ἔκ τινων τόπων ὑγρότητας αἱ συνεπιφέρουσι τὰς γεννώσας ἀρχάς· ὁ δὲ τόπος εὐφυὴς διὸ καὶ δέχεται καὶ ἐκτρέφει· σχεδὸν γὰρ οὐκ ἂν ἔτι πορρωτέρω τούτων.

Ἐκεῖνο δʼ ἄν τις σκέψαιτο περὶ ἀμφοτέρων τῶν γενῶν τῶν τε ἐν τῷ ξηρῷ καὶ τῶν ὀρυκτῶν ἆρά γε εἰς ὕδωρ ἀφιέμενα ζῴη ἂν, ἢ τὴν οἰκείαν ζητοίη χώραν καὶ τοῦτο αὐτοῖς ὥσπερ φύσις, καθάπερ καὶ τοῖς ἐν θαλάττῃ καὶ τοῖς ἐν ποταμοῖς· οὐδὲ γὰρ ταῦτα δέχεται τὰς μεταβολὰς πλὴν ὀλίγων. Ἐπεὶ ὅσοι γέν

διὰ τὴν ἀναξηρασίαν καταδύονται καὶ ὅσοι περιλαμβάνονται τοῖς πάγοις, φανερὸν ὡς τούτοις γε οἰκεῖον τὸ ὑγρόν. Εἰκὸς δὲ μᾶλλον καὶ τοῖς ὀρυκτοῖς καὶ τοῖς ἑτέροις, τοῖς μὲν ἁπλῶς, τοῖς δʼ ὡς ἀμφιβίοις κατὰ ὁ Δημόκριτον. Ὃ καὶ ἐπʼ ἄλλων συμβαίνει· χρῆται γὰρ ἔνια τῷ ἀέρι καθάπερ ἐρρέθη πρότερον.