Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 114

Θ. ἐρωτηθεὶς τί ἐστιν ἔρως, πάθος, ἔφη, ψυχῆς σχολαζούσης. (Stob. Serm. 62, p. 400.)

Fr. 115

Ἔρως δέ ἐστιν ἀλογίστου τινὸς ἐπιθυμίας ὑπερβολὴ ταχεῖαν μὲν ἔχουσα τὴν πρόσοδον βραδεῖαν δὲ τὴν ἀπόλυσιν. (Stob. Serm. 62, p. 400.)

Fr. 116

Θ. ἐν τῷ περὶ μέθης ζωρότερον φησὶν εἶναι τὸ κεκραμένον παρατιθέμενος Ἐμπεδοκλέους τάδε· "αἶψα δὲ θνητὰ φύοντο τὰ πρὶν μάθον ἀθάνατʼ εἶναι, ζωρά

τε τὰ πρὶν ἄκρητα διαλλάσσοντα κελεύθους." (Athenae. 10, p. 423.)

Fr. 117

Παρὰ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις εἴ τις ἄκρατον ἔπιε μὴ προστάξαντος ἰατροῦ θεραπείας ἕνεκα θάναετος ἦν ἡ ζημία Ζαλεύκου τὸν νόμον θέντος. Παρὰ δὲ Μασσαλιώταις ἄλλος νόμος τὰς γυναῖκας ὑδροποτεῖν· ἐν δὲ Μιλήτῳ ἔτι καὶ νῦν φησὶ Θ. τοῦτʼ εἶναι τὸ νόμιμον. (Athenae. 10, p. 429.)

Fr. 118

Ἦσαν δὲ αἱ τῶν ἀκροποτῶν ἐπιχύσεις, ὥς φησι Θ. ἐν τῷ περὶ μέθης, οὖ παλαιαὶ, ἀλλʼ ἦν ἀπʼ ἀρχῆς τὸ μὲν σπένδειν ἀποδεδομένον τοῖς θεοῖς, ὁ δὲ κότταβος τοῖς ἐρωμένοις· ἐχρῶντο γὰρ ἐπιμελῶς τῷ κοτταβίζειν ὄντος τοῦ παιγνίου σικελικοῦ. (Athenae. 10, p. 427.)

Fr. 119

Θ. γοῦν ἐν τῷ περὶ μέθης φησί· "πυνθάνομαι δʼ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνοχοεῖν Ἀθήνῃσι τοῖς ὀρχησταῖς καλουμένοις· ὠρχοῦντο δʼ οὗτοι περὶ τὸν τοῦ Ἀπόλλωνος νεὼν τοῦ Δηλίου τῶν πρωτ...τες Ἀθηναίων καὶ κατεδύοντο ἱμάτια τῶν Θηραϊκῶν. Ὁ δὲ Ἀπόλλων οὗτός ἐστιν ᾧ τὰ θαργήλια ἄγουσιν. Καὶ διασώζεται Φυλῇσιν ἐν τῷ Δαφνηφορείῳ γραφὴ περὶ τούτων." (Athenae. 10, p. 424.)

Fr. 120

Ἐποιοῦντο δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς ὁμιλίας· "παραμαυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν" φησὶν ὁ Θ. ἐν τῷ περὶ μέθης. (Athenae. 11, p. 463.)

Fr. 121

Θ. δʼ ἐν τῷ περὶ μέθης φησὶν ὅτι τοῦ Διονύσου τροφοὶ αἱ νύμφαι κατʼ ἀλήθειαν· αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δακρύουσιν. (Athenae. 11, p. 465.)

Fr. 122

Θ. τὸ ῥυτὸν φησὶν ὀνομαζόμενον ποτήριον τοῖς ἥρωσι μόνοις ἀποδίδοσθαι. (Athenae. 11, p. 497.)

Fr. 123

Θ. ἐν τῷ περὶ μέθης τὸν ἄκρατον φησὶν οἶνον

τὸν ἐπὶ τῷ δείπνῳ διδόμενον, ὃν δὴ λέγουσιν ἀγαθοῦ δαίμονος εἶναι πρόποσιν, ὀλίγον τε προσφέρουσιν ὥσπερ ἀναμιμνήσκοντες μόνον τῇ γεύσει τὴν ἰσχὺν αὐτῦ καὶ τὴν τοῦ θεοῦ δωρεάν· καὶ μετὰ τὴν πλήρωσιν διδόασιν ὅπως ἐλάχιστον ᾖ τὸ πινόμενον· καὶ τρίτον προσκυνήσαντες λαμβάνουσιν ἀπὸ τῆς τραπέζης καὶ ὥσπερ ἱκετείαν τινὰ ποιούμενοι τοῦ θεοῦ μηδὲν ἀσχημονεῖν μηδὲ ἔχειν ἰσχυρὰν ἐπιθυμίαν τοῦ πότου... καὶ λαμβάνειν ἐξ αὐτοῦ τὰ καλὰ καὶ χρήσιμα. (Athenae. 15, p. 693.)

Fr. 124

Τιρυνθίους φησὶ Θ. ἐν τῷ περὶ κωμῳδίας φιλογέλως ὄντας ἀχρείους δὲ πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων καταφυγεῖν ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἀπαλλαγῆναι βουλομένους τοῦ πάθους καὶ τὸν θεὸν ἀνελεῖν αὐτοῖς, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγελαστὶ τοῦτον ἐμβάλωσιν εἰς τὴν θάλατταν παύσεσθαι. δὲ δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ· μαθὼν οὖν εἷς καὶ συγκαταμιχθεὶς ἐπείπερ ἐβόων ἀπελαύνοντες αὐτόν, τί δῆτʼ, ἔφη, δεδοίκατε μὴ τὸ σφάγιον ὑμῶν ἀνατρέψω; γελασάντων δὲ ἔμαθον ἔργῳ τὸν θεὸν δείξαντα ὡς ἄρα τὸ πολυχρόνιον ἔθος ἀμήχανόν ἐστι θεραπευθῆναι. (Athenae. 6, p. 261.)

Fr. 125

Θ. ἐν τῷ πρὸς Κάσανδρον περὶ βασιλείας γνήσιον εἰ τὸ σύγγραμμα· πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου - τοὺς Περσῶν φησὶ βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν τοῖς ἐφευρίσκουσί τινα καινὴν ἡδονὴν ἀργυρίου πλῆθος. (Athenae. 4, p. 144.)

Fr. 126

Θ. ἐν τοῖς περὶ βασιλείας ἱστορεῖ τὸν Θεμιστοκλέα πέμψαντος εἰς Ὀλυμπίαν Ἱέρωνος ἵππους ἀγωνιστὰς καὶ σκηνήν τινα κατεσκευασμένην πολυτελῶς στήσαντος εἰπεῖν ἐν τοῖς Ἕλλησι λόγον, ὡς χρὴ τὴν σκηνὴν διαρπάσαι τοῦ τυράννου καὶ κωλῦσαι τοὺς ἵππους ἀγωνίσασθαι. (Plut. Themist. c. 25.)

Fr. 127

Οἱ γὰρ αἰσυμνῆται καλούμενοι παρʼ Ἕλλησι τὸ ἀρχαῖον, ὡς ἐν τοῖς περὶ βασιλείας ἱστορεῖ Θ., αἱρετοί τινες ἦσαν τύραννοι. (Dionys. H. antiq. Rom. p. 1022 ed Reiske.)