Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 128

Θ. ἐν τῷ περὶ καιρῶν βʼ λέγει οὕτως· "Ἑτεροι δʼ εἰς ἀνδρδέστερα καταδαπανῶντες οἷον στρατείας

ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν ἀλλὰ καὶ τὰ αὐτοῦ πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδιον ἐφόδια Phot. τοῖς ἐπιβουλεύουσιν· ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν." (Suidas et Phot. Lex. sub v. Κυψελιδῶν ἀνάθημα.)

Fr. 129

Θ. ἐν πρώτῳ τῶν πολιτικῶν τῶν πρὸς καιροὺς φηοσὶν οὕτως· πολλῷ γὰρ κάλλιον κατά γε τὴν τοῦ ὀνόματος θέσιν ὡς οἱ Λάκωνες ἁρμοστὰς φάσκοντες εἰς τὰς πόλεις πέμπειν, οὐκ ἐπισκόπους οὐδὲ φύλακας ὡς Ἀθηναῖοι. (Harpocr. in ἐπίσκοπος.)

Fr. 130

Θ. ἐν τῷ περὶ γελοίου λεχθῆναι μέν φησι τὴν παροιμίαν ὑπὸ τοῦ Στρατονίκου ἀλλʼ εἰς Σιμμύκαν τὸν ὑποκριτὴν, διελόντος τὴν παροιμίαν, μέγας οὐδεὶς σαπρὸς ἰχθύς. (Athenae. 8, p. 348.)

Fr. 131

Ὀστρακισθῆναι πρῶτον Ἀθήνῃσι Θησέα ἱστορεῖ Θ. ἐν τοῖς πρώτοις καιροῖς. (Suid. s. ἀρχὴ σκυρία.)

Fr. 132

Γλώσσῃ ματαίᾳ ζημία προστρίβεται· Αἰσχύλου· τὸ μὲν ἀπόφθεγμα Βίαντος, ὡς παροιμία δὲ λαμβάνεται ὡς μαρτυρεῖ Θ. ἐν τῷ περὶ παροιμιῶν. (Apostol. Adag. 6,36.)

Fr. 133

Δίνων ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δʼ ὢν ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ τινὰ γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιὰν, ἅδε, εἶπε, κρείσσων. (Plutarch. Quaest. gr. p. 301c.)

Fr. 134

Εἰ θεοφράστῳ πιστεύομεν, ἀνδρὶ φιληκόῳ καὶ ἱστοο ρικῷ παρʼ ὁντινοῦν τῶν φιλοσόφων, εὑρεῖν μὲν ἦν τὰ δέοντα καὶ νοῆσαι πάντων ἱκανώτατος ὁ Ἀλκιβιάδης, ζητῶν δὲ μὴ μόνον ἃ δεῖ λέγειν ἀλλὰ καὶ ὡς δεῖ τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, οὐκ εὐπορῶν δὲ πολλάκις ἐσφάλλετο καὶ μεταξὺ λέγων ἀπεσιώπα καὶ διέλειπε, λέξεως διαφυγούσης αὐτὸν ἀναλαμβάνων καὶ διασκοπούμενος. (Plutarch Alcib. c. 10.)

Fr. 135

Εὐδοκίμησεν Ἐτεοκλῆς ὁ Λακεδαιμόνιος εἰπὼν ὡς οὐκ ἂν Ἑλλὰς δύο Λυσάνδρους ἤνεγκε. Τὸ δʼ αὐτὸ τοῦτο καὶ περὶ Ἀλκιβιάδου φησὶ Θ. εἰπεῖν Ἀρχέστρατον. (Plut. Lysand. c. 19.)

Fr. 136

Θ. φησιν Ἀριστείδην περὶ τὰ οἰκεῖα καὶ τοὺς πολίτας ἄκρως ὄντα δίκαιον ἐν τοῖς κοινοῖς πολλὰ πρᾶξαι πρὸς τὴν ὑπόθεσιν τῆς πατρίδος ὡς συχνῆς ἀδικίας δεομένην. Καὶ γὰρ τὰ χρήματά φησιν ἐκ Δήλου βουλευομένῳ Ἀθήναζε κομίσαι παρὰ τὰς συνθήκας καὶ Σαμίων εἰσηγουμένων εἰπεῖν ἐκεῖνον ὡς οὐ δίκαιον μὲν συμφέρον δὲ τοῦτʼ ἐστί. Καὶ τέλος εἰς τὸ ἄρχειν ἀνθρώπων πάντων καταστήσας τὴν πόλιν αὐτὸς ἐνέμεινε τῇ πενίᾳ καὶ τὴν ἀπὸ τοῦ πένης εἶναι δόξαν οὐδὲν ἧττον ἀγαπῶν τῆς ἀπὸ τῶν τροπαίων διετέλεσε. (Plut. Arist. c. 25.)

Fr. 137

Λύσανδρος καλέσας Φιλοκλέα τὸν στρατηγὸν ἠρώτησεν αὐτὸν τίνα τιμᾶται ἑαυτῷ δίκην τοιοῦτα περὶ Ἑλλήνων συμβεβουλευκὼς τοῖς πολίταις· ὁ δὲ οὐδέν τι πρὸς τὴν συμφορὰν ἐνδοὺς ἐκέλευσε μὴ κατηγορεῖν ὧν οὐδείς ἐστι δικαστὴς ἀλλὰ νικῶντα πράττειν ἅπερ ἂν νικηθεὶς ἔπασχεν· εἶτα λουσάμενος καὶ λαβὼν χλαμύδα λαμπρὰν πρῶτος ἐπὶ τὴν σφαγὴν ἡγεῖτο τοῖς πολίταις, ὡς ἱστορεῖ Θεόφραστος. (Plut. Lysand. c. 13.)

Fr. 138

Γενομένων δὲ συνθηκῶν ὅπως τὰ χωρία καὶ τὰς πόλεις ἃς εἶχον ἀλλήλων καὶ τοὺς αἰχμαλώτους ἀποδιδῶσι πρότερον ἀποδιδόντων τῶν κλήρῳ λαχόντων ὠνήσατο τὸν κλῆρον ὁ Νικίας κρύφα χρήμασιν ὥστε προτέρους ἀποδιδόναι τοὺς Λακεδαιμονίους. Καὶ τοῦτο ἱστορεῖ Θεόφραστος. (Plut. Nicia c. 10.)

Fr. 139

Οὐκ ἀγνοῶ ὅτι Θ. ἐξοστρακισθῆναί φησι τὸν Ἡπέρβολον Φαίακος, οὐ Νικίου, πρὸς Ἀλκιβιάδην ἐρίσαντος, ἀλλʼ οἱ πλείους οὕτω γεγράφασιν. (Plut. Nic. c. 11.)

Fr. 140

Στρατηγοῦ, ὡς ἔφη Θ., δεῖ θάνατον ἀποθνήκειν τὸν στρατηγὸν, οὐ πελταστοῦ τοῦ τυχόντος. (Plut. Sertor. c. 13.)

Fr. 141

Ὡς Θ. ἱστορεῖ, τὸν Ἀρχίδαμον ἐζημίωσαν οἱ ἔφοροι γήμαντα γυναῖκα μικράν· οὐ γὰρ βασιλεῖς, ἔφασαν, ἄμμιν ἀλλὰ βασιλείδια γεννάσει. (Plut. Agesil. c. 2.)