Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Θ. ἐν τῷ περὶ νόμων ὕβρεως καὶ ἀναιδείας παρὰ τοῖς Ἀθηναίοις εἶναι βωμούς φησι. (Zenob. Proverb. 4, 36.)
Ἐγίγνοντο δὲ καὶ εἰσαγγελίαι κατὰ τῶν καταλυόντων τὸν δῆμον ῥητόρων ἢ μὴ τὰ ἄριστα τῷ δήμῳ λεγόντων ἢ πρὸς τοὺς πολεμίους ἄνευ τοῦ πεμφθῆναι ἄπει θόντων ἢ προδόντων φρούριον ἢ στρατιὰν ἢ ναῦς, ὡς ἐν τῷ περὶ νόμων. Ὅτι δὲ ὁ εἰσαγγείλας καὶ οὐχ ἑλὼν ἀζήμιος ἦν Ὑπερείδης ἐν τῷ ὑπὲρ Λυκόφρονός
φησι· καίτοι γε ὁ Θ. τοὺς μὲν ἄλλας γραφὰς γραψαμένους χιλίας τʼ ὀφλισκάνειν εἰ τοῦ πέμπτου τῶν υψήφων μὴ καταλάβοιεν καὶ προσατιμοῦσθαι, τοὺς δὲ εἰσαγγέλλοντας μὴ ἀτιμοῦσθαι μὲν, ὀφλεῖν δὲ τὰς χιλίας. (Pollux Onomast. 8, 52. 53.)Ὅτι δὲ καὶ τῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι ἄφεσιν εἶχον οἱ ἰσοτελεῖς Θ. εἴρηκεν ἐν ἑνδεκάτῃ τῶν νόμων· οὗτος δέ φησιν ὡς ἐνιαχοῦ καὶ πόλεσιν ὅλαις ἐψηφίζοντο τὴν ἀτέλειαν Ἀθηναῖοι ὥσπερ Ὀλυνθίοις τε καὶ Θηβαίοις. (Harpocrat. sub. σκαφηόρος.)
Συστομώτερον σκάφης τάσσεται ἐπὶ τῶν διὰ τὸ ἀγενὲς σιωπώντων. Θ. γὰρ ἐν τῷ περὶ νόμων εἰρῆσθαι ἀπὸ τοῦ τοὺς μετοίκους Ἀθήνῃσιν ἐν ταῖς δημοτελέσι πομπαῖς σκάφας φέροντας πομπεύειν καὶ ὁπότε δὲ ἐβούλοντο μέτοικον δηλῶσαι ἢ σκάφην ἔλεγον ἢ σκαφηφόρον· διὰ δὲ τὸ ἀπαρρησίαστον εἶναι συστομώτερον ποιήσειν ἀπειλεῖν σκάφης. (Photii Lexic. p. 558.)
Ὅτι οἱ ἁλόντες ἐπʼ ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων --- καὶ Θ. ἐν τῷ τρισκαιδεκάτῳ τῶν νόμων δηλοῖ. (Harpocr. s. v. ἰσοτελεῖς. Phot. Lex. p. 355.)
Φαρμακῶν δʼ ἐστὶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θ. ἐν πέμπτῳ καὶ δεκάτῳ νόμων ὑποσημαίνει. (Harpocrat. s. υ. φαρμακῶν. Phot. Lex. p. 640.)
Ὀλίγων οἱ ἀγαθοὶ νόμων δέονται· οὐ γὰρ τὰ πράγματα πρὸς τοὺς νόμους ἀλλʼ οἱ νόμοι πρὸς τὰ πράγματα τίθενται. (Stob. Serm. 27, p. 218.)
Θ. ἐν τῷ Ἐρωτικῷ Χαιρήμονά φησι τὸν τραγικὸν λέγειν ὡς τὸν οἶνον τῶν χρωμένων τοῖς τρόποις κεράννυσθαι, οὕτως καὶ τὸν ἔρωτα, ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταράττων χαλεπώτατος. (Athenae. 13, p. 562.)
Ἄμασιν τὸν Ἠλεῖον Θ. ἐν τῷ Ἐρωτικῷ περὶ τοὺς ἔρωτας δεινὸν γεγονέναι λέγει. (Athenae. 13, p. 567.)
Ἐν Αἰγίῳ παιδὸς ἠράσθη χήν· τὸν δὲ παῖδα τοῦτον Θ. ἐν τῷ Ἐρωτικῷ Ἀμφίλοχον καλεῖσθαί φησι καὶ τὸ γένος Ὠλένιον εἶναι (Athenae. 13, p. 606.)
Ἡσίοδος ἐν τρίτῳ Μελαμποδίας τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. Εὐπρεπεῖς γὰρ αὐτόθι γυναῖκες, ὡς καὶ Θ. εἴρηκε. (Athenae. 13 p. 609.)
Θ. ἀγῶνα κάλλους φησὶ γενέσθαι παρὰ Ἠλείοις καὶ τὴν κρίσιν ἐπιτελεῖσθαι μετὰ σπουδῆς, λαμβάνειν τε τοὺς νικήσαντας ἆθλα ὅπλα ἅπερ ἀνατίθεσθαί φησι Διονύσιος ὁ Λευκτρικὸς τῇ Ἀθηνᾷ. (Athenae. 13, p. 609.)
Ἐνιαχοῦ φησὶν ὁ αὐτὸς Θ. καὶ κρίσεις γυναικῶν περὶ σωφροσύνης γίνεσθαι καὶ οἰκονομίας ὥσπερ ἐν τοῖς βαρβάροις· ἑτέρωθι δὲ κάλλους ὡς δέον καὶ τοῦτο τιμᾶσθαι, καθάπερ καὶ παρὰ Τενεδίοις καὶ Λεσβίοις. (Athenae. 13, p. 610.)
Ἐκ Λεβῆνος ἦν Λευκοκόμας τε καὶ ὁ ἐραστὴς αὐτοῦ Εὐξύνθετος Εὐξίθεος corr. Coraius, οὓς ἱστορεῖ Θ. ἐν τῷ περὶ ἔρωτος λόγῳ· εἶναι δὲ τῶν ἄθλων ὧν ὁ Λευκοκόμας τῷ Εὐξυνθέτῳ προσέταξεν ἕνα, φησὶ, τοῦτον, τὸν ἐν Πραίσῳ κύνα ἀναγαγεῖν αὐτῶ. Ὅμοροι δʼ εἰσὶν αὐτοῖς οἱ Πραίσιοι. (Strabo 10, pag. 478. Cas.)