De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἁπλῶς δὲ τὰ μὲν τοιαῦτα σχεδὸν ἐμφανεῖς ἔχει τὰς αἰτίας οἷον ἀπὸ ἀρχῆς ἀνάλογον ἔχοντα τὸ ἐφεξῆς· ἐκεῖνο δʼ ἐν ἀπορίᾳ καὶ ζητήσει μᾶλλον γίνεται, καθʼ ἑκάτερον ὂν, οἷον εἰ μὴ σκληρότης μηδὲ ξηρότης μηδὲ πυκνότης τοῖς βορείοις ἀλλὰ τὰ ἐναντία, καὶ ἐπὶ τοῦ νότου ὡσαύτως· τὸ γὰρ παράλογον αἰτίαν ἐπιζητεῖ, τὸ δʼ εὔλογον καὶ ἄνευ αἰτίας συγχωροῦσιν οἱ ἄνθρωποι· δεινοὶ γὰρ προσθεῖναι τὸ ἐλλιπές.

Ὅτι δὲ ψυχροὶ ὄντες οἱ ἄνεμοι ξηραίνουσι καὶ θᾶττον ἢ ὁ ἥλιος θερμὸς ὢν καὶ μάλισθʼ οἱ ψυχρότατοι, ταύτην ὑποληπτέον τὴν αἰτίαν, ὅτι ἀτμίδα ποιοῦσι καὶ ταύτην ἀπάγουσι καὶ οἱ ψυχρότεροι μᾶλλον, ὁ δʼ ἥλιος καταλείπει. Διὰ τί ποτε λέγεται, "μή ποτʼ ἀπʼ ἠπείρου δείσῃς νέφος ὡς ἀπὸ πόντου χειμῶνος, θέρεος δὲ ἀπʼ ἠπείροιο μελαίνης"; ἢ διότι τοῦ μὲν χειμῶνος ἡ θάλαττα θερμοτέρα, ὥστε εἴ τι συνέστη, δῆλον ὅτι ἀπʼ ἀρχῆς συνέστηκεν ἰσχυρᾶς; ἐλύθη γὰρ ἂν τῷ ἀέρι διὰ τὸ ἀλεεινὸν εἶναι τὸν τόπον. Τοῦ δὲ θέρους ἡ μὲν θάλαττα ψυχρὰ καὶ τὰ πόντια πνεύματα ἡ δὲ γῆ θερμή· ὥστε εἴ τι ἀπὸ γῆς φέρεται, διὰ μείζονος ἀρχῆς συνέστη· διελύθη γὰρ ἂν εἰ ἀσθενὲς ἦν.