De Ventis
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Τὸ δὲ μὴ πνεῖν νότον λαμπρὸν ἐν Αἰγύπτῳ μηδʼ ἡμέρας δρόμον ἀπέχοντι καὶ νυκτὸς ψεῦδος. Δασύνειν δὲ τὸν οὐρανὸν μάλιστα
βορέαν καὶ ἀργέστην τὸν δὲ νότον παραφέρειν· τοὺς δὲ ἕωθεν ἐπινεφεῖν καὶ δασύνειν ἄχρις ἂν ὁ ἥλιος ἀνίσχῃ· οὐχ ὕειν δὲ διὰ τὸ μὴ ἔχειν ὅπου προσκαθίζηται τὰ νέφη. Νότον δὲ καὶ εὖρον καὶ ὅσα ἀπὸ μεσημβρίας ἄρχεσθαι μὲν ἀπὸ ἀνατολῶν συμπαραχωνρεῖν δὲ τῷ ἡλίῳ· βορέαν δὲ καὶ ἀργέστην ἀνάπαλιν ἀπὸ δυσμῶν ἐπʼ ἀνατολάς.Ἐν Σικελίᾳ δὲ καικίαν οὐ καλοῦσιν ἀλλʼ ἀπηλιώτην· δοκεῖ δʼ οὐχ ὁ αὐτὸς εἶναί τισιν ἀλλὰ διαφέρειν, ὅτι ὁ μὲν δασύνει τὸν οὐρανὸν ὁ δʼ οὔ. Ἀρογέστην δὲ οἱ μὲν οὖν ὀλυμπίαν, οἱ δὲ σκίρωνα καλοῦσιν, οἱ δὲ περὶ Σικελίαν δερκίαν. Τὸν ἀπηλιώτην δὲ ἑλλησποντίαν, κάρβαν δὲ Φοίνικες, βερεκυντίαν δʼ οἱ ἐν τῷ Πόντῳ.