De Ventis
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Καὶ πάλιν ξηροὶ καὶ μὴ ὑδατώδεις ὄντες οἱ νότοι πυρετώδεις· ὑγρότητα γὰρ ἐν τοῖς σώμασι θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι θερμοὶ φύσει καὶ ὑγροὶ ὄντες. Ἡ δὲ τοιαύτη διάθεσις πυρετώδης· ὁ γὰρ πυρετὸς ἐξ ἀμφοῖν τούτοιν ὑπερβολῆς ἐστίν· ὅταν δὲ ὑδάτινοι πνέωσι τὸ ὕδωρ καταψύχει τὴν ἕξιν. Τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα ἄλλα τῶν σωμάτων περὶ τὰς ἕξεις καθʼ ἑκάτερον συμβαίνει γίνεσθαι· πλείω γάρ ἐστι τοιαῦτα καὶ ἐν πλείοσιν ὧν ἁπάντων αἱ αὐταὶ καὶ παραπλήσιαί τινες αἰτίαι.
Καὶ τῶν καρπῶν δὲ καὶ τῶν ἄλλων τῶν τοιούτων ὁμοίως· ἅπαντα γὰρ εἰς τὴν ὑγρότητα καὶ διάχυσιν καὶ τὴν πυκνότητα καὶ σύστασιν καὶ ὅσα ἄλλα τῆς συστοιχίας ἑκατέραν ἀναχθήσεται. Καὶ ἐπὶ τῶν ἀψύχων δʼ ὡσαύτως, οἷον αἱ ῥηγνύμεναι χορδαὶ καὶ οἱ ψόφοι τῶν κεκολλημένων καὶ ὅσα ἄλλα συμβαίνει διυγραινομένων καὶ ἀνιεμένων οἷον περὶ τὴν τοῦ σιδήρου κατεργασίαν· πλείω γάρ φασιν ἐξελαύνειν τοῖς νοτίοις ἢ βορείοις· αἴτιον δὲ ὅτι τὰ μὲν βόρεια ξηραίνει καὶ σκληρύνει, τὰ δὲ νότια ἀνυγραίνει καὶ διαίνει· πᾶν δὲ ἀργότερον διακεχυμένον ἢ ὑπεσκληρυμμένον· ἅμα δὲ καὶ μᾶλλον ἰσχύουσι καὶ συντονωτέρως τοῖς βορείοις.