On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

οὔσης δὲ τῆς εἰρημένης ἀνωμαλίας εὔλογον ἤδη καὶ

τὸ θερμαίνειν ἔνια μᾶλλον καὶ θᾶττον τὰ ἧττον θερμὰ, καθάπερ ἡ τοῦ καλάμου φλὸξ καὶ τὸ ὕδωρ καὶ τοὺς ἀνθρώπους τῆς ἀπὸ τῶν ξύλων· καίτοι θερμότατόν γε πῦρ ὅλως τὸ ἀπὸ τῶν στερεωτάτων, ὁ δ᾽ ἄνθραξ κίστᾳ θερμαίνει στερεώτατος ὤν. καὶ τὴν μὲν τοῦ ἡλίου θερμότητα μελαίνειν τὰ σώματα τὴν δὲ τοῦ πυρὸς μή.

πάντων δὲ τούτων καὶ τῶν τοιούτων αἰτιάσαιτ᾽ ἄν τις τὴν λεπτότητα καὶ παχύτητα· θερμαίνει τε γὰρ τὴν σάρκα καὶ τὸ ὕδωρ ἡ τῶν καλάμων τάχιστα διὰ τὴν λεπτότητα καὶ πυκνότητα. λεπτὴ μὲν γὰρ ὅτι κοῦφος, πυκνὴ δὲ ὅτι συνεχής. τὸ δὲ λεπτὸν διαδυτικὸν καὶ τὸ θερμαίνεσθαι διὰ τὴν συναφὴν καὶ κατάμιξιν· ἥ τε φλὸξ ὅλως τῶν ἀνθράκων μᾶλλον διαδυτικὴ καὶ ἅμα πλείων ἡ ἀπορροὴ καὶ ἀθροωτέρα.

τὸ δὲ ὅλον οὐ διὰ τῶν αὐτῶν ἴσως ἑκάτερον θερμαντικὸν, εἰ δὲ μὴ, οὐχ ὡσαύτως γε ἔχον οὐδ᾽ ὁμοίως ἑκάτερον, ἀλλ᾽ ἄνθραξ μὲν ὁ στερεώτατος, φλὸξ δὲ ἡ λεπτοτάτη καὶ πυκνοτάτη. θερμαίνει μὲν οὖν ἡ φλὸξ διὰ ταῦτα μᾶλλον ἔνια, κατακαίει δὲ πάλιν οὐχ ὁμοίως ὅτι λεπτοτέρα καὶ ἀσθενεστέρα· τὸ γὰρ ἐν τῷ γεώδει καὶ στερεῷ πῦρ θερμότατον, οὐκ ἀπορρέον ὁμοίως ἀλλ᾽ ἀποστεγόμενον, ἀπό τε θερμότητος ἔχον τὸ καυστικόν

σώματα δὲ στερεὰ καυστικωτέρα διὰ σκληρότητα πυρωθέντα, καθάπερ σίδηρος, χαλκὸς, λίθος, ὄστρακον ἃ τῇ φύσει σχεδὸν ψυχρότατα, στέγει γὰρ ἐν αὐτοῖς μάλιστα καὶ τηρεῖ τὸ θερμὸν, ὥστ᾽ εὐλόγως καυστικώτατα τῆς σαρκός. ἅμα δὲ καὶ ἡ τῆς φλογὸς φορὰ ποιεῖ τινὰ παραλλαγὴν, διὸ καὶ οἱ κινοῦντες ἐν τῇ φλογὶ τὰς χεῖρας ὀξέως οὐ καίονται· θάττων γὰρ ἡ κίνησις τῆς χειρὸς οὖσα καὶ ἅμα μεταλλάττουσα τὰ μέρη κωλύει τὴν κατάκαυσιν· οὐ γὰρ καίει εἰ μὴ ἐπι36μένει τῷ αὐτῷ χρόνον.