On Fire
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
διὰ τοῦτο καὶ οἱ ἐν τῷ ἡλίῳ
βαδίζοντες ἧττον καίονται τῶν καθημένων καὶ οἱ τρέχοντες ἔτι τούτων. ἅμα δὲ ἴσως τούτοις γε καὶ ἡ ἀπὸ τῆς κινήσεως τοῦ ἀέρος γινομένη ῥίπισις ποιεῖ τινὰ κατάψυξιν. ἔχει δὲ καὶ πρὸς τὰς τήξεις καὶ πρὸς τὰς ἑψήσεις καὶ τὰ ἄλλα τοιαῦτα μεγάλας ἕκαστα πρὸς τὰ ὑποκείμενα διαφορὰς, οἷον ὅσῳ μαλακωτέρας θερμότητος ἢ μὴ σκληρὰς, ἢ πάλιν ὅσῳ καὶ σφοδροτέρας καὶ ἀθροωτέρας· ἀπὸ μὲν γὰρ τῶν μαλακῶν καὶ μανῶν μαλακώτερον τὸ θερμὸν ἀπὸ δὲ τῶν σκληρῶν καὶ πυκνῶν σφοδρότερον.διὸ καὶ οἱ ἰατροὶ τοὺς ἥλους καίουσι τῷ ἀχύρῳ· μαλακωτάτη γὰρ ἡ ἀπὸ τούτου θερμότης. ὁμοίως δὲ καὶ ἐν ταῖς πυριάσεσι καὶ τοῖς ἀλείμιμασιν· ἀπὸ τοιούτων γὰρ ζητοῦσι τὰς θερμότητας. σχεδὸν δὲ καὶ αἱ ἄλλαι τέχναι κατὰ λόγον. αἷς μὲν οὖν ὥσπερ μάλαξις ἢ τῆξις ἢ καὶ διάλυσίς τις κατὰ μικρὸν, τὴν λεπτὴν διώκουσι καὶ μαλακήν. αἷς δ᾽ ὥσπερ βιαιοτέρα τις χρῆσις ὥσπερ τῇ χαλκευτικῇ τὴν σφοδροτάτην. διὸ καὶ τοὺς ἄνθρακας τοὺς γεωδεστάτους καὶ πυκνοτάτους λαμβάνουσι, καὶ ἐνίους γε στιπτοὺς ποιοὐσιν ἕνεκα τῆς ἰσχύος, καὶ ἔτι ταῖς φύσαις χρῶνται· σφοδροτέρα γὰρ οὕτως ἡ θερμότης καὶ ἀθροωτέρα συνεκκαίοντος τοῦ πνεύματος.
ἐν τούτῳ δ᾽ οὖν τῷ γένει καὶ ἐκεῖνο τὸ ἀπορούμενον ὅτι ὁ μὲν ἥλιος μελαίνει τὴν σάρκα, τὸ δὲ πῦρ οὕ. συμβαίνει γὰρ τὴν μὲν τοῦ ἡλίου θερμότητα λεπτὴν οὖσαν καὶ μαλακὴν εἰσάγεσθαι κατὰ μικρὸν εἰς τοὺς πόρους καὶ ὥσπερ ἀναθυμιᾷν καὶ ἐπικαίειν τὰ ἐπιπολῆς, διὸ καὶ ἄλυπος ὥστε ὑπομένειν· τὴν δὲ τοῦ πυρὸς παχυτέραν καὶ σφοὑροτέραν οὖσαν διαθερμαίνουσαν μᾶλλον παραχρῆμα μὲν ἀνιόντος τοῦ αἵματος ποιεῖν εὔχροιαν, ὕστερον δ᾽ οὐ διαμένειν· οὐ μὴν ἀλλ᾽ ἐάν τις τούτῳ σφοδρότερον χρήσηται καὶ κατακαύσῃ μελαίνει· μέλανα γὰρ τὰ
πυρίκαυστα καὶ ὅλως τὰ κατακαιόμενα.διὸ καὶ αἱ φλυκτίδες ἔχουσιν ἐνιαχοῦ τοιαύτην τινὰ χρόαν ὥσπερ ἀποσβεννυμένου τοῦ πυρὸς καθάπερ ἐν τοῖς ἄνθραξιν· οὐδὲν γὰρ μέλαν ἄνευ ὑγρότητος, ἀλλ᾽ ὅταν ἐκικαυθῇ πάντα λευκὰ καὶ τεφρώδη καθάπερ καὶ τὰ ὀστᾶ. τὸ δ᾽ ἐπὶ τοῦ κεράμου λεγόμενον, ὅτι μελαίνει τὸ πῦρ τὴν σάρκα μὴ μελαῖνον, ἢ οὐκ ἀληθὲς ἢ οὐχ ὅμοιον μίξει γάρ τινι μελαίνει τὴν ἄσβολον καὶ τὸν καπνὸν ἀναφέρον τὸν κέραμον ὥσπερ καὶ τὰ ξύλα καὶ τοὺς τοίχους· ἐπεὶ καὶ τοὺς ἄνθρακας τρόπον τινὰ παραπλησίως. ἐγκαταδύεται γὰρ ὁ καπνὸς ἀναφέρων πολὺ γεῶδες· ἅμα δὲ καὶ ἡ ὑγρότης οὐ πᾶσα ἐκκαίεται διὰ τὸ μὴ ἰοῦσθαι. καὶ διὰ τοῦτο βαρύτεροι τῶν ἄλλων εἰσίν· ἀναφερομένης γὰρ τῆς τοιαύτης ἀναθυμιάσεως ἕλκεται τῇ πνοῇ καὶ εἰσδύεται πόρρω. διὸ καὶ βαρύνει τὰς κεφαλὰς καὶ ὅλα τὰ σώματα. τούτων μὲν οὖν ταύτας τὰς αἰτίας