On Fire
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
καὶ διὰ τοῦθ᾽ ὁ μὲν λύχνος ἀποσβέννυται φυσώμενος τὰ δὲ ξύλα καὶ οἱ ἄνθρακες ἐκκαίονται· τῷ μὲν γὰρ οὐκ ἔστι σύμμετρον πνεῦμα λαβεῖν, ἅμα δὲ καὶ εὔκαυστον ἔχων τὸ
πυρούμενον οὐ δεῖται τῆς ἔξωθεν πνοῆς. τό τε γὰρ ἐλλύχνιον ἃτε μανὸν καὶ ξηρὸν ἐφέλκεται τὴν ὑγρότητα καὶ τὸ ἔλαιον αὐτὸ καιόμενον. ὁ δ᾽ ἄνθραξ καὶ τὸ ξύλον οὐ δύναται καίεσθαι μὴ φυσώμενα διὰ τὸ γεῶδες καὶ στερέον· οἱ γὰρ πόροι πυκνοὶ τῶν τοιούτων πάντων, οὓς διοίγει καὶ ὁδοποιεῖ τῷ πυρὶ τὸ πνεῦμα, καὶ ὅσῳ ἂν εἰς πλείω καὶ ἐλάττω μεμερισμένα προσπίπτῃ μᾶλλον.διὰ τοῦτο καταγνύντες τοὺς ἄνθρακας ἐνίοτε καὶ προσάγοντες ἀλλήλοις φυσῶσιν. ἐκ μικρῶν γὰρ συνιόντων ὥσπερ ναματίων καὶ ἡ φλὸξ γίνεται. διὸ καὶ τὰ πυρεῖα τῇ τρίψει τὸ αὐτὸ τοῦτο ποιεῖ. καὶ τοῖς ξύλοις ὑπεκκαύματα λεπτὰ λαμβάνον1ς φυσῶσι τοὺς ἄνθρακας. καὶ αὐτὸς δὲ ὁ ἄνθραξ φυσώμενος μᾶλλον καὶ θᾶττον ἐκκάεται καθάπερ ἐν τοῖς
Τοῦτο μὲν οὖν οὐκ ἂν ἀλόγως δόξειε συνεργεῖν πνεύματι πνεῦμα, καὶ γὰρ τὸ πῦρ οἷον πνεύματός τις φύσις. ἐπεὶ δὲ πλείω καὶ ἀεὶ διαφέροντα τὰ καυστὰ καὶ πυρωτὰ διὰ τοῦτο καὶ αἱ δυνάμεις αὐτῶν διάφοροι καὶ οὐχ ἅπερ θάτερον δύναται καὶ θάτερον ποιεῖν, οἷον ὁ ἄνθραξ φωτίζειν ὥσπερ ἡ φλὸξ, οὐδ᾽ αὕτη καὶ ὁ λύχνος ὁμοίως οὐδ᾽ ὡσαύτως ἡ τῶν χλωρῶν καὶ αὔων· ἀλλ᾽ ὅσῳ δὴ καθαρωτέρα τοσούτῳ μᾶλλον, οὐκ ἔχουσα γεῶδες οὐδὲ ὑδατῶδες οὐδὲν αὐτῇ τὸ ἀντιφράττον, ἐξ ὧν ὁ καπνὸς καὶ ἡ ἀναθυμίασις.
διὰ τοῦτο γὰρ καὶ ἡ τῶν χλωρῶν ἐρυθροτέρα φλὸξ ἢ τῶν ξηρῶν, ὅτι πλεῖον ἔχει τὸ τοιοῦτον δι᾽ οὗ διαφορουμένη λαμβάνει τὴν χρόαν, ὥσπερ καὶ ὁ ἥλιος ὅταν ᾖ παχὺς ὁ ἀήρ. ὁ δ᾽ ἄνθραξ οὐδὲ ποιεῖ φλόγα πλὴν ὀλίγην διὰ τὸ μὴ ἔχειν τὴν ἐξαε50υμένην πολλὴν ὑγρότητα· πυρουμένη γὰρ αὕτη φλόξ.