On Fire
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
διὰ τοῦτο δὲ καὶ τὸν πνιγμὸν ποιεῖ τοῖς ἐργαζομένοις ὁ ἀὴρ ὅτι παχύς τε καὶ ἠρεμῶν· οὐ γὰρ διαδίδωσι τῇ ἐκπνοῇ. διὸ καὶ τὰ ψυχαγωγεῖα ποιοῦσιν ὅπως λεπτύνηται τῇ κινήσει καὶ ἅμα μεταβάλλων διδῷ χώραν. ὅτι δὲ ὁ παχὺς δύσπνους φανερὸν μὲν καὶ ἁπλῶς λεχθὲν, οὐ μὴν ἀλλὰ καὶ ὁμιχλώδη καὶ θολερώδη διαμαρτυροῦσι· καὶ τούτων μὲν τοιαύτας ἄν τις ὑπολάβοι τὰς
αἰτίας.ὅτι δὲ ἡ ἀρχὴ φθειρομένη κυριωτάτη πρὸς τὴν σβέσιν κἀκεῖθεν φανερόν. τὴν γὰρ πίτταν καιομένην τὸ μὲν ὕδωρ οὐ σβέννυσι τὸ δ᾽ ἔλαιον σβέννυσιν ὅτι διαδύεται λεπτότερον ὂν πρὸς τὴν ἀρχὴν· καίτοι μάλιστα εὔκαυστον. ἀλλ᾽ ὅτε ἂν ἀπολάβῃ καὶ θλίβῃ ταύτην ἔσβεσεν, ὥσπερ καὶ τοὺς λύχνους πλεῖον ἐπιρρέον πάλιν δὲ τὸ ὄξος σβεστικώτερον τοῦ ὕδατος διὰ τὴν αὐτὴν αἰτίαν θερμότατον ὂν τῶν λοικῶν· εἰσδύεται γὰρ μάλιστα καὶ πλεῖστον ὥστε θιγγάνειν τῆς ἀρχῆς. οὐ γὰρ ᾗ ψυχρὸν σβέννυσι πάντως τὸ ψυχρὸν — τοῦτο δὲ δῆλον ὅτι καὶ τὸ ζέον ὕδωρ —, ἀλλ᾽ ᾗ τὴν ἀρχὴν ἐπικλείει καὶ καταλαμβάνει.
συντεθέντα μὲν οὖν ἄμφω, τό θ᾽ ὑγρὸν καὶ τὸ ψυχρὸν, μᾶλλον φθείρει· γίγνεται γὰρ τοῖς ἐναντίοις ὑπὸ τῶν ἐναντίων ἡ φθορά. τὸ γὰρ πῦρ θερμὸν καὶ ξηρόν. οὐ μὴν ἀλλὰ καὶ χωριζόμενον ἑκάτερον φθαρτικόν. ὁ μὲν γὰρ ἀὴρ ᾗ ψυχρὸς σβέννυσι, τὸ δὲ ὕδωρ ᾗ ὑγρόν. καὶ αὗται μὲν ἐοίκασιν ὥσπερ φυσικαῖς τισὶ τοῖς ἐναντίοις ὑπὸ τῶν ἐναντίων γιγνόμεναι, ἡ δ᾽ ὑφ᾽ ἑαυτοῦ καθαπερεὶ παρὰ φύσιν οὐκ ἔστι δὲ παρὰ φύσιν τὸ τὴν ἐλάττω κρατεῖσθαι δύναμιν ὑπὸ τῆς μείζονος.
φθείρει δὲ καὶ τὰ οἰκείως φθαρτικὰ ταῖς ὑπερβολαῖς· ἐπεὶ μέχρι γέ του συναύξει λαμβάνοντα συμμετρίαν, οἷον τὸ μὲν ὑγρὸν αὐτὸ καιόμενον τὸ δὲ ψυχρὸν συνθλίβον καὶ ἰσχυρότερον ποιεῖ. τὸ δὲ πνεῦμα τῇ κινήσει συνεκκάει καὶ ζωπυρεῖ. διὸ καὶ οἱ λύχνοι πλέον ἔλαιον ἀναλίσκουσιν ἐν τοῖς πνεύμασι· καὶ τὰ ξύλα θᾶττον κατακαίεται σφοδροτέρας καὶ πλείονος τῆς κινήσεως γινομένης, ἡ δὲ μείζων καὶ ἀσύμμετρος ἀπέσβεσε.