On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

τοῦτο μὲν οὖν καὶ εἴ τι τοιοῦτον ἕτερον ᾧ συμβαίνει δυνάμεις ἰδίας ἔχειν παρὰ τὰ ἄλλα κατὰ τόπους ἐνίους ἰδιωτέρων δεῖται λόγων. ὁ γὰρ κοινὸς ὅτι πολλὰς ἀνωμαλίας αἱ χῶραι φέρουσιν ἀληθὴς μὲν προσαπαιτεῖ δὲ καὶ τὰς οἰκείας δυνάμεις καὶ διαφοράς. ἔοικεν οὖν ὁμοίως καὶ τὸ ἐν Κιλικίᾳ περὶ τὰς ῥόας συμβαῖνον· ὡς γὰρ ἐκεῖ περὶ τὸν χυλὸν ἐνταῦθα περὶ τὴν ὀσμὴν ἡ δύναμις καὶ ἡ ἰδιότης.

ἐκεῖ μὲν οὖν αἰτιάσαιτ᾽ ἄν τις τὴν τοῦ ποταμοῦ γειτνίασίν τε καὶ φύσιν· ἡ γὰρ ῥόα φίλυδρον καὶ μεταβάλλειν φασὶν ἐξ ὀξέος εἰς γλυκὺν ἐὰν ἔχῃ πολυϋδρίαν ὥστ᾽ εἰ διαρρέων ὁ ποταμὸς ἅμα τῷ πλήθει καὶ τῇ ποιότητι ποιεῖ τοιαύτην μεταβολὴν οὐδὲν ἄτοπον. ἐνταῦθα δὲ πειρᾶσθαί γέ τινα δεῖ ζητεῖν αἰτίαν ἥτις οἰκεία πρὸς τὴν εὐοσμίαν· ἔοικε δὲ μάλιστα τοιαύτη τις εἶναι συντιθεμένων εἰς ταὐτὸ πάντων οἷον τοῦ τε κοινοῦ καὶ τοῦ ἰδίου γένους τῆς μυρρίνης καὶ τοῦ ἐδάφους καὶ τοῦ ἀέρος.

αὐτό γε τὸ φυτὸν ὅλως ξηρὸν καὶ τὸ γένος τοῦτο μᾶλλον τῶν ἄλλων. δη

λοῖ δὲ ἡ στενοφυλλία καὶ ἡ μικροκαρπία καὶ ἡ χρόα τοῦ καρποῦ, πάντα γὰρ ταῦτα ξηρότητος. τὸ δὲ ξηρὸν ὀλίγον ὑγρὸν ἔχει τὸ δ᾽ ὀλίγον εὔπεπτον ἡ εὐωδία δ᾽ ἐν πέψει τῇ πρὸς ὄσφρησιν αὕτη δ᾽ ἀγλυκὴς καὶ οὐκ εὔχυλος.

ἀπὸ μὲν οὖν τοῦ φυτοῦ ταῦτα προϋπάρχοντα ἀπὸ δὲ τοῦ ἐδάφους καὶ τοῦ ἀέρος ὅτι τὸ μὲν ξηρὸν ὁ δ᾽ ἀὴρ μαλακὸς ἄμφω δὲ ταῦτ᾽ εἰς πέψιν τὸ μὲν τῷ συνέψειν ὁ δὲ τῷ καθυγραίνειν. ἐπεὶ καὶ ἐνταῦθα αἱ ἄγριαί τε τῶν ἡμέρων εὐοσμότεραι καὶ αἱ ἐν προσείλοις τῶν ἐν παλισκίοις καὶ μάλισθ᾽ αἱ πρὸς μεσημβρίαν. ἅπασαι δ᾽ αὗται τροφὴν ἐλάττω καὶ τὸ πέττον πλέον ἔχουσιν δι᾽ ὃ καὶ οὐδ᾽ εὐαυξεῖς εἰς μῆκος ἀλλὰ θαμνωδέστεραι. καὶ γὰρ πάχος λαμβάνουσι καὶ σχίζονται μᾶλλον διὰ τὸ πολλὰς λαμβάνειν ἀρχὰς πέττοντος τοῦ θερμοῦ καὶ μερίζονται πανταχῆ· τῶν δ᾽ ἐν τοῖς παλισκίοις εἰς ἓν μόνον ἡ ὁρμὴ δι᾽ ὃ καὶ μήκη μὲν αἱ ῥάβδοι μᾶλλον λαμβάνουσι πάχη δ᾽ οὔ, καὶ ἐκ τούτων αἱ βακτηρίαι καθάπερ ἄλλοθί τε καὶ ἐν Σκιάθῳ.