On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

κοινὸν δὲ τοῦτο ἴσως ἐπὶ πάντων τῶν δένδρων ἐστί. λοιπὸν δ᾽ οὖν εἰπεῖν διὰ τί ταῦτα οὐκ εὐώδη· τούτων δ᾽ αἰτιατέον δρόσον τὴν πρόσειλον. αὕτη δὴ πολλὴ πίπτουσα καθυγραίνει τὰ μὲν ἄνθη καὶ ὑγρότερα τὴν φύσιν ὄντα μᾶλλον τὰ δὲ ἄμικτα καὶ ξηρὰ ἔλαττον καὶ ἀσθενέστερον, δι᾽ ὃ καὶ κρατεῖται μᾶλλον ἀπὸ τῆς αὐτῆς ὑγρότητος. ὁ δὲ μύρρινος --- σημεῖον δὲ καὶ τὸ εἰρημένον ὑπέρ αὐτοῦ· μικρόκαρπος γὰρ εἶναι δοκεῖ διὰ τὸ μὴ λαμβάνειν τὸ κατὰ κεφαλῆς ὕδωρ ἱκανόν. ὥστε τοῦ μὲν μυρρίνου διὰ τούτων πειρατέον ἀναζητεῖν τὰς αἰτίας.

τῶν δ᾽ ἐν τοῖς ψυχροῖς εὐόδμων τὴν θερμότητα τὴν ἐν τῇ γῇ νομιστέον εἶναι· πανταχοῦ γὰρ τὸ θερμὸν τὸ πέττον ἄλλοτε μὲν ἐκτὸς προσπίπτον ὁτὲ δὲ κατακλειόμενον ὥσπερ καὶ ἐν τῇ τῆς ὀπώρας πεπάνσει· παραπλήσιον γὰρ τὸ συμβαῖνον· ἀντιπεριϊσταμένη γὰρ

ἡ θερμότης εἰς τὴν γῆν καὶ συνελαυνομένη πέττει. δεῖ δὲ καὶ τὴν γῆν μήτε πηλώδη μήτε πίειραν εἶναι μήτε γλίσχραν· διὰ γὰρ τὴν ὑγρότητα καὶ τὴν γλισχρότητα οὐχ ὁμοίως ἐργάσεται τὸ θερμὸν, ἀλλὰ χρὴ τοιαύτην ὥστε μήτε τὸ ἐκ τοῦ ἀέρος δέχεσθαι ψυχρὸν τό τε ἐν αὐτῇ θερμὸν ἀποστέγειν καὶ τηρεῖν.

διὰ τοῦτο γὰρ καὶ ἐν τῇ Ἰλλυρίδι βελτίων ἡ ἴρις ἢ ἐν Μακεδονίᾳ, ἐν δὲ τῇ Θράκῃ καὶ ταῖς ἔτι ψυχροτέραις ἅμα καὶ ἀπεπτοτέραις ὅλως ἄοσμος· καὶ γὰρ ἡ γῆ πίειρα καὶ ἡ ὑγρότης πολλὴ καὶ ὁ χειμὼν ἔκτοπος· ἐν δὲ ταῖς ἀλεειναῖς καὶ λεπταῖς διὰ τὴν μαλακότητα τοῦ ἀέρος ἄοδμος· οὐκ ἴση γὰρ ἡ ἀντιπερίστασις. ἐξ ἀμφοῖν δὲ ζητητέον ὥσπερ καὶ ἐν τοῖς ὑπὲρ γῆς εὐόδμοις καὶ ἐκ τοῦ ἐδάφους καὶ ἐκ τοῦ ἀέρος τὰς δυνάμεις τὰς εἰς τὴν πέψιν συνεργούσας. ὑπὲρ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.

Τὰς δ᾽ ὀσμὰς ἤδη τὰς ἀπ᾽ ἀλλήλων οἱ καρποὶ μὲν οὐχ ἕλκουσιν οὐδ᾽ ὅλως οὐδὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὥστε γε καὶ ποιεῖν τι δῆλον. ὥστε καὶ παραφυτεύομέν γ᾽ ἔνια τῶν δριμέων οἷον σκόρδα καὶ κρόμυα τοῖς στεφανώμασι· φασὶ γὰρ ὠφελεῖν εἰς εὐωδίαν. τοῦτο δ᾽ εἴπερ ἀληθὲς δυοῖν θάτερον αἰτιάσαιτ᾽ ἄν τις ὡς τὸ κακῶδες ἀφαιρουμένων. ἕκαστον γὰρ δὴ τρέφεται τῷ οἰκείῳ καὶ ἕλκει τὸ συγγενὲς, ἀφαιρεθέντος δὲ τοῦ ἀλλοτρίου καθαρώτερον καὶ εὐωδέστερον τὸ λοιπόν· ἢ ὡς καταξηραινόντων τὸν τόπον διὰ τὴν θερμότητα καὶ πολυτροφίαν· ἐν δὲ τοῖς ξηροῖς ἅπαντα εὐοδμότερα. τοῦτο μὲν οὖν ὡς ἂν καθ᾽ ὑπόθεσιν εἰρήσθω.