On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
διὰ τοῦτο γὰρ καὶ αὐτῆς τῆς Συρίας βραχύς τις τόπος καὶ τοῦ καλάμου καὶ τοῦ σχοίνου. καὶ πάλιν τὸ ὀποβάλσαμον καὶ τῶν ἄλλων τῶν τὰς εὐοσμίας ποιούντων πρὸς μὲν τὴν οἰκείαν --- πρὸς δὲ τὰ παρὰ τοῖς ἄλλοις εὐώδη παραπλησίαν ἢ χείρω κρᾶσιν ἔχει. καθάπερ συμβαίνει καὶ ἐπὶ καρπῶν· οὐ γὰρ ἴσης πάντα δεῖ θερμότητος οὐδ᾽ ὁμοίας ἀλλὰ τὰ μὲν πλείονος τὰ δὲ ἐλάττονος καὶ μαλακωτέρας ὥσπερ καὶ ἐπὶ τῶν ἑψομένων καὶ ὅλως τῶν κατὰ τὰς τέχνας γινομένων.
ἐνιαχοῦ δὲ καὶ τοῖς καθ᾽ ἕκαστα εὔδηλον· ἐν Αἰγύπτῳ γὰρ χείριστα τὰ ἄνθη καὶ τὰ στεφανώμαθ᾽ ὡς εἰπεῖν ὅτι ὁ ἀὴρ ὁμιχλώδης καὶ δροσοβόλος. ἐν δὲ ταῖς τοιαύταις χώραις οὐ γίνεται τὸ ὅλον εὐωδία διὰ τὸ μὴ γίνεσθαι πέψιν ἀλλὰ μᾶλλον ἐν ταῖς καταξήροις, ἐν ταύτῃ γὰρ ἐκπέττουσιν· ἐπεὶ τὰ περὶ Κυρήνην διὰ ταῦτα εὔοσμα τά τ᾽ ἄλλα καὶ μάλιστα τὸ ῥόδον καὶ ὁ κρόκος. ἡ γὰρ χώρα λεπτὴ καὶ ξηρὰ καὶ οὐκ ἄγαν θερμὴ καθαρῷ δὲ τῷ ἀέρι καὶ ἀνύδρῳ. πρὸς εὐωδίαν δὲ αἱ τοιαῦται τροφαὶ συμμετροῦνται· τὸ δὲ ῥόδον καὶ ὁ κρόκος ὀλιγότροφα δι᾽ ὃ καὶ τῶν ἄλλων εὐοσμότερα.
θαυμασιώτερον δ᾽ ἐν Αἰγύπτῳ τὸ περὶ τὰς μυρρίνας ὅτι
τῶν ἄλλων ὄντων ἀόσμων ὑπερβάλλουσιν αὗται τῇ εὐοσμίᾳ· καὶ γὰρ ἡ ξηρότης καὶ ἡ θερμότης οὐχ ἧττον ἀλλὰ μᾶλλον ἔν τισιν ὑπάρχει τῶν λοιπῶν καὶ τὰ ἄλλα δὲ σχεδὸν τὰ κατὰ τὴν αἴσθησιν. ἔστι μὲν δὴ καί τι γένος ἴσως ὃ μεταφυτευόμενον εἰς ἑτέρας χώρας οἷον Κύπρον Ῥόδον Κνίδον ἐμφαίνει τι τῆς δυνάμεως· οὐθὲν μέντοι τῶν αὐτῶν ἀλλὰ καὶ πλατυφυλλοτέρα γίνεται, λεπτὴ γὰρ ἐκείνη, καὶ τὴν εὐωδίαν οὐκ ἐγγὺς πρὸς ἐκείνην.οὐ μὴν ἀλλὰ τό γε πλεῖστον ἐν τῇ χώρᾳ τὸ αἴτιον καὶ τὴν ἰδιότητα ποιεῖ πρὸς τὰ ἄλλα τὴν θαυμαζομένην. τὸ γὰρ αὖ πάλιν μικρόκαρπον εἶναι μήτε λευκὴν ἀλλὰ μέλαιναν οὐχ ὑπεναντίον πρὸς τὴν εὐωδίαν· ἄμφω γὰρ ἡ ξηρότης· αἰτιῶνται δὲ ὡς μικρόμυρτον διὰ τὸ μὴ γίνεσθαι τὸ οὐράνιον ὕδωρ ὡς ἐπιζητοῦντα τὸν καρπὸν, τὰς δὲ δρόσους οὐ βοηθεῖν.