On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
οἱ δὲ χυλοὶ χωρισθέντες ἕλκουσι, καὶ μάλιστα τό τε ἔλαιον καὶ ὁ οἶνος. ὃ δὴ καὶ ἄλογον φαίνεται τί δή ποτε τὸ μὲν ὕδωρ καὶ λεπτομερὲς ὂν τοῦτο καὶ ἄοδμον καὶ ἄχυμον καὶ ὅλως ὂν διειδὲς οὐ δέχεται τὰ δὲ καὶ ἔγχυμα καὶ ὀδμώδη καὶ παχύτερα δέχεται ὁ δὲ οἶνος καὶ μὴ ἐμβαλ
λομένων ἀλλὰ πλησίον ὄντων· ἕλκει γὰρ τῷ ἔχειν τινὰ θερμότητα ἐν ἑαυτῷ· τοῦτο γὰρ τὸ ἕλκον, τὸ δ᾽ ὕδωρ ἥκιστα ἔχει, φύσει γὰρ ψυχρόν.δεῖ δὲ τὸ δεξόμενόν τε ἅμα καὶ διατηρῆσον μὴ οὕτω λεπτόν τι ὡς στεγνὸν καὶ φυλακτικόν τι εἶναι· τὸ μὲν γὰρ διΐησιν ὥσπερ ἠθμὸς οὐκ ἔχον ᾧ στέγει· τὸ δὲ σωματωδέστερον καὶ πυκνότερον εἴς τε τὸ δέξασθαι καὶ τηρεῖν εὐφυὲς πρὸς ἄμφω συμμετρίαν ἔχον, ἅπερ ἀμφότερα τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ συμβέβηκε. καὶ οἱ μυρεψοὶ δὲ τὰς ὀσμὰς εἰς τὸ ἔλαιον τίθενται· καὶ γὰρ ἄλλως ἁρμόττον πρὸς τὴν χρείαν καὶ ἅμα δύναται μάλιστα θησαυρίζειν διὰ τὴν ἀμεταβλησίαν· τὸ δὲ ὕδωρ εὐθὺς διαπνεῖ καὶ ὥσπερ ἐκπλύνει καὶ διΐστησιν. ἡ δὲ λεπτότης ὥσπερ εἴπομεν οὐ χρήσιμος, ἐπεὶ οὐδ᾽ ὁ ἀὴρ δύναται κατέχειν ἀλλὰ διαπέμψαι μόνον.
τῶν δὲ ξηρῶν μάλιστα μὲν ὅσα μανὰ καὶ ἄοσμα καὶ ἄχυλα καθάπερ ἔρια καὶ τὰ ἱμάτια καὶ εἴ τι ἄλλο τοιοῦτον· οὐ μὴν ἀλλὰ καὶ ὅσα χυλοὺς ἔχει καὶ ὀσμὰς ὥσπερ καὶ τὸ μῆλον· καὶ γὰρ τοῦτο δέχεται καὶ ἕλκει τὰς ἐκ τῶν χυλῶν ὀσμάς· ἔγχυλον γὰρ αὐτὸ μᾶλλον· χρὴ γὰρ ὡς ἁπλῶς εἰπεῖν μήτε κατάξηρον εἶναι τὸ δεξόμενον ὥσπερ τέφραν ἢ ἄμμον μήτε κάθυγρον· τὸ μὲν γὰρ διϊὸν οὐχ ἅπτεται ἐν τῷ δὲ διαχεῖται καὶ ἐκκλύζεται.
διὰ τοῦτο γὰρ καὶ τὰ ἴχνη τῶν λαγῶν εὐσημότερα ψεκασθέντα μαλακῶς ὑπ᾽ αὐτὴν τὴν κυνηγίαν· ἐμμένει γὰρ μᾶλλον διὰ τὸ σφοδρῶς ἀπερείδεσθαι καὶ εἰς βάθος καὶ οὐχ ὥσπερ ξηρᾶς οὔσης ἐπιπολῆς οὐδ᾽ αὖ πηλώδους ὥσπερ ἐφ᾽ ὕδατι καὶ νότῳ. ἐναντία γὰρ καὶ τὰ πνεύματα καὶ τὰ ὕδατα καὶ ἀπόλλυσιν ἄμφω τὰς ὀσμάς. ἀλλὰ δεῖ καθάπερ τὰ ἀπομάγματα τῶν δακτυλίων μέσην τινὰ κρᾶσιν ἔχειν. καὶ περὶ μὲν τούτων ἅλις.