On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὅλως δὲ ἐν τοῖς καθ᾽ ἕκαστα καὶ ἐν τοῖς παρακολουθοῦσι καὶ τὰ τοιαῦτα δόξειεν ἂν συμφωνεῖν· οἷον ὅτι ὁ ἥλιος καὶ τὸ ἐν ἑκάστῳ θερμὸν ἕλκει τὸ κουφότατον καὶ τὸ τροφιμώτατον· τὸ δ᾽ ἁλμυρὸν βαρὺ φύσει καὶ ἄτροφον ἔπειτα ἀσαπὲς καὶ ἀναλλοίωτον· καταλειπόμενον οὖν καὶ οὐ συνελκόμενον ὑπὸ τῶν ῥιζῶν οὐκ ἀναμίγνυται τοῖς φυτοῖς· ἔτι δ᾽ ἐπείπερ ἀπερίττωτον τὸ φυτὸν οὐδ᾽ ἐπισπᾶσθαι καὶ ἕλκειν εἰκὸς τὸ ἄτροφον· ἔδει γὰρ καὶ ἔκκρισίν τινα γίνεσθαι --- καὶ διὰ τοῦτο ἥκιστά τε ὑπὸ τοῦ ἡλίου ἀνάγεσθαι καὶ ἐπιπολάζειν. πανταχοῦ γὰρ πλατέα καὶ μεγάλα τοῖς ὑγροῖς ἐπιφέρεσθαι ἀσύμπλεκτα δὲ καὶ ἄκολλα διὰ τὸ μηδὲν ἔχειν σκαληνὲς ἀλλὰ γωνοειδῆ τε εἶναι καὶ πολυκαμπῆ. ταῦτα μὲν εἰ κωλύει πρὸς τὴν τῶν φυτῶν κατάμιξιν ἔξεστι σκοπεῖν.
πρὸς δὲ τὰ πρότερον εἰρημένα ζητήσειεν ἄν τις περὶ τὰ καθόλου λεχθέντα διὰ τί ποτε ἐνίοις ἐγγίνεταί γε καὶ πόθεν ἡ ἁλμυρίς. εἰ μὲν γὰρ ἐν αὐτοῖς ὑπάρχει δῆλον ὡς οἰκεῖον ἄν τι τῆς τροφῆς εἴη καὶ τῆς φύσεως· εἰ δ᾽ ἔξωθεν ἐπιγίνεται καὶ τοῦτο μὲν ἧττον ἐκεῖνο δ᾽ ἄν τις ὁμοίως ἀπορήσειε πόθεν καὶ ὑπό τινος· ἀνάγκη γὰρ ἐκ τοῦ ἀέρος ἢ ἐκ τῆς ἀτμίδος τῆς ἀναφερομένης ἢ κατὰ τὰς ῥίζας ἑλκυσθὲν ἐξανθεῖν οἷον περίττωμά τι. φαίνεται δ᾽ ἡ ἅλμη καὶ ὅλως τὸ ἁλμῶδες ἐπιπολάζειν.
εἰ μὲν οὖν οὕτω φανερὸν ὅτι ἕλκοιεν ἂν εἰ δ᾽ ἐκείνως ἄτοπον διὰ τί μόνον ἐπικαθίζει τούτοις οἷόνπερ ἐρεβίνθῳ καὶ ἁλίμῳ καὶ τοῖς τοιούτοις. ὅσα γὰρ ἁλμᾷ νοσηματικῶς ὥσπερ ἡ ῥοδωνία καὶ ἄλλ᾽ ἄττα περὶ τούτων ἕτερος λόγος, τῷ δ᾽ ἐρεβίνθῳ καὶ οἰκεῖον φαίνεται καὶ χρήσιμον· ἀποπλυθέντων γοῦν ὅταν ἀνθοῦσιν ἐφύσῃ καὶ ἄρτι συνισταμένοις ἀπόλλυνται καὶ διαφθείρονται σφακελίσαντες ὥστε πρὸς σωτηρίαν ἡ φύσις ἐπάγοιτ᾽ ἂν
τὰ τοιαῦτα ὡς συγγενῆ.φαίνεται δὲ καὶ ὅλως τινὰ ἔχειν τοιοῦτον χυλὸν ἔν τε τοῖς φύλλοις καὶ τοῖς κλωσὶν ὃς καὶ ἀποπλυθέντων ὅλως ἔνδηλός ἐστι κατὰ τὴν γεῦσιν οὐ μόνον ἐν τούτοις ἀλλὰ καὶ ἐν αὐτῷ τῷ καρπῷ. δῆλον δὲ τοῦτο ἐν τῇ γεύσει γίνεται ἐάν τις ἐπὶ τὴν γλῶτταν ἐπιθῇ μὴ διαμασησάμενος ὅλως· ἐν τῷ κελύφει γὰρ ἡ ἁλμυρὶς οὐκ ἐν τῷ ἐντὸς ἣ καὶ συνδιατηρεῖ πρὸς τὸ ἄκοπον εἶναι. καὶ φαίνεται τὴν αὐτὴν ἔχειν τάξιν ἥπερ καὶ πεφυκότος·