On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

καὶ γὰρ ἐν ἀμφοῖν ἔξω καὶ ὥσπερ φυλακῆς χάριν· χλωροῦ μὲν οὖν ὄντος ἐν τῷ καυλῷ καὶ λοβῷ καθάπερ εἴρηται. ξηραινομένου δὲ καὶ τὸ κέλυφος λαμβάνει τοιοῦτον χυλὸν ὥσπερ ἐκκρινόμενον ἀπὸ τοῦ ἐντός· ἔξω γὰρ ἀφίστασθαι τὰ τοιαῦτα εὔλογον ὡς ἂν ἀλλότρια καθάπερ καὶ ἐν τοῖς σικύοις ἡ ἐν τῷ χνοῒ πικρότης, καὶ ὡς ἐν Καρίᾳ φασὶν ἄπιόν τιν᾽ ἔχειν χνοῦν ἁλμώδη θαυμαστῶς ὥστε ἐὰν μὴ ἀποπλύνῃ τις μὴ δύνασθαι ἐσθίειν. οὐδὲν δὲ ἄτοπον οὐδ᾽ εἰ πλείω τοιαῦτ᾽ ἐστίν. ἐπεὶ οὐδὲ τοῦτο πόρρω τῶν εἰρημένων οἷον τὸ ταῖς βαλάνοις ἐπὶ τῶν ἄκρων τὴν πικρίαν εἶναι καὶ τοῖς βολβοῖς ἐν τῇ καλουμένῃ κορυφῇ καὶ τοῖς σκόρδοις τὴν δριμύτητα ἐν τῷ διήκοντι τῆς γελγίδος· πλὴν ταῦτα μὲν ὡς καθ᾽ ὁμοιότητά τινα εἰρήσθω.

ὅτι δὲ φαίνεται φυσικόν τι καὶ συγγενὲς ἐκεῖθεν δῆλον· ὅπου γὰρ ἂν σπαρῇ καὶ φυῇ πανταχοῦ λαμβάνει τὴν ἁλμυρίδα κἂν μὴ τὸ ἔδαφος ᾖ τοιοῦτον· ἐπεὶ καὶ τά γ᾽ ἐν τοῖς ἁλμώδεσι φυόμενα τὸ ἔχειν ἁλμυρίδα τινὰ οὐκ ἄλογον ὥσπερ ἄλλα τε καὶ τὸ ἅλιμον, ἔνια δὲ καὶ εὐχυλότερα καὶ βελτίω γίνεσθαι καθάπερ τὴν ῥάφανον· ἐξεσθίει γὰρ αὕτη τὴν δριμύτητα καὶ τὴν πικρότητα τὴν ἐνυπάρχουσαν ἅμα δὲ καὶ εὐμέριστόν τινα ποιεῖ παραιρουμένη τὴν ὑγρότητα τὴν πλείω· δεινοὶ γὰρ οἱ ἅλες ἀφελεῖν·

ἐμφανὲς δὲ τοῦτο καὶ ὠμῆς οὔσης· πίπτουσαν

γὰρ ἐπὶ τὴν γῆν ἔνια θραύεσθαί φασιν. ὅταν οὖν τοιαύτη καὶ οὕτως ἔχουσα παραδοθῇ τῷ πυρὶ κατὰ λόγον ἤδη τοῦ χυλοῦ εἶναι γλυκεῖαν καὶ ἁπαλήν. ἐπεὶ καὶ οἱ τὸ λίτρον ἐμβάλλοντες τοῦτο βούλονται ποιεῖν ἀλλ᾽ ἐξ ὀλίγου ποιοῦσιν, ἡ δὲ φύσις ἐκ πολλοῦ καὶ κατὰ μικρὸν ποιήσασα τοιαύτην ἀπέδωκεν. ὅθεν οὐδὲ τοῦτο ἄλογον τὸ περὶ τροπὰς καὶ περὶ τὸ ἄστρον ἐνιαχοῦ καὶ ὅλως τοῦ θέρους εἶναι βελτίω καθάπερ ἐν Ἐρετρίᾳ· τότε γὰρ μᾶλλον ἡ ἁλμυρὶς ἐργάζεται καὶ κρατεῖ αὐτὴ μὲν οὖσα πλείων τῆς δ᾽ ὑγρότητος ἐλάττονος γινομένης ἐν ἐκείνῃ·

κατὰ λόγον δὲ καὶ τὸ ἐν Αἰγύπτῳ καὶ τὸ ἐν ἅπασι τοῖς τοιούτοις τόποις εἶναι χρηστήν. ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἐπὶ πλέον εἴρηται. ἡ δ᾽ ἁλμυρὶς εἴθ᾽ ὑπὸ τῶν ῥιζῶν ἕλκεται εἴθ’ ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος ἀναφέρεται κατ᾽ ἀμφοτέρους τοὺς τρόπους οὐκ ἂν ἀκίνητον ἀπὸ τῆς γῆς εἴη περὶ οὗπερ ἦν ὁ ἐξ ἀρχῆς λόγος. ἀλλὰ περὶ μὲν τούτων ἅλις.