On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἡ δὲ τῇ γεύσει τῶν ὀσμῶν αἴσθησις οὐκ ἄλογος ἥπερ μάλιστα ἔνδηλος ἐπὶ τῶν εὐστόμων λεγομένων τῶν τε λαχανηρῶν ὥσπερ ἀνή

θου μαράθου μύριδος. ἐνίων δ᾽ οὐδ᾽ ἐχόντων ὅλως ὀσμὴν καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ξηρῶν ἀόσμων δὲ τελέως οἷον φακοῦ κνίκου τῶν τοιούτων· διαθραυόμενα γὰρ ἅμα τῇ μασήσει καὶ διαθερμαινόμενα ποιεῖ τινα ἀτμὸν ὃς ἀναπέμπεται λεπτὸς ὢν διὰ τῶν πόρων εἰς τὴν ὄσφρησιν· ἐμφαίνεται δὲ καί τινων διαμασωμένων χυμός.

ὡς ἐπὶ πᾶν δὲ τά γ᾽ εὔοσμα πάντα πικρά· τούτου μὲν οὖν τὴν αἰτίαν ὕστερον λεκτέον. ἔοικε δὲ δυοῖν ὄντοιν ἐναντίων οἷον τοῦ τε γλυκέος καὶ πικροῦ τὸ μὲν οἷον εὐχυλίας ἀρχὴ τὸ δ᾽ εὐοσμίας εἶναι καὶ τρόπον τινὰ μᾶλλον τὸ πικρὸν τῆς εὐοσμίας. εὔοσμον γὰρ ἔργον λαβεῖν μὴ πικρὸν εὔχυμα δὲ πολλὰ καὶ μὴ γλυκέα. σχεδὸν δὲ ταῦτα καὶ ὀσμώδη κατὰ τὴν γεῦσιν καὶ τὴν πρόσφοραν ἡ δὲ γλυκύτης σπανίως καὶ ἥκιστα εὔοσμον ὡς οὐ μιγνυμένων ἅμα τοῦ γλυκέος καὶ εὐόσμου· καίτοι ἄμφω γε διὰ πέψεως. ἀλλὰ περὶ μὲν τούτων ὕστερον.

Ἐπεὶ δ᾽ οἱ χυμοὶ πλείους ἀπορήσειεν ἄν τις διὰ τί ποτ᾽ οἱ μὲν ἄλλοι πάντες ἐν τοῖς φυτοῖς καὶ καρποῖς γίνονται, καὶ γὰρ πικρὸς καὶ δριμὺς καὶ ὀξὺς, ὁ δ᾽ ἁλμυρὸς οὐκέτι· οὐδὲν γὰρ τῶν φυομένων ἁλυκὸν ὥστε καὶ ἐν ἑαυτῷ τοιοῦτον ἔχειν τὸν χυλὸν ἀλλ᾽ ἐν τοῖς περὶ τὰ ἔξω γίνεταί τις ἁλμυρὶς οἷον καὶ τοῖς ἐρεβίνθοις, αὐτοὶ δὲ γλυκεῖς. αἴτιον δ᾽ ὅτι ἄτροφον καὶ ὥσπερ ἀγέννητον τὸ ἁλμυρόν. σημεῖον δ᾽ ὅτι οὐδὲ φύεται οὐδὲν ὡς εἰπεῖν ἐν ταῖς τοιαύταις χώραις· διεσθίει γὰρ καὶ ἐξαιρεῖται τὰς δυνάμεις ὥστε κωλύειν τὴν σύστασιν.

ὃ δὲ καὶ τοῖς ἄλλοις τούτου αἴτιον εὔλογον μηδὲ καθ᾽ αὑτὸ γεννᾷν· ἐπεὶ καὶ τὰ ἐν τῇ θαλάττῃ φυόμενα γλυκύτητί τινι καὶ ἑτέροις χυμοῖς φύεται καὶ συνίσταται καθάπερ ἰχθῦς καὶ τἆλλα ζῶα τὰ ἐν αὐτῇ. καθόλου μὲν οὖν τοιαύτη τις ἡ αἰτία· δεῖ γὰρ ἐξ οὗ τι μέλλει γίνεσθαι μεταβλητικὸν εἶναι· τὸ δ᾽ ἁλμυρὸν ἀσαπὲς καὶ

ἀμετάβλητον δι᾽ ὅπερ οὔτε φύεται οὐδὲν ἐξ αὐτοῦ οὔτε αὐτοτελὲς οὐδέν.