On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
καὶ ἀνάπαλιν δὲ λαμβανομένων· ἰσχυρότερα γὰρ ὄντα τὰ δένδρα βραδύτερον ἐκπέττει τοὺς καρπούς. ἔτι δὲ τὰ μὲν ἐν κελύφεσι δερματικοῖς καὶ ξυλώδεσιν· τὰ δ᾽ αὐτὰ πάλιν ἐν περικαρπίοις σαρκώδεσιν οἷον τὸ τῆς ἐλάας καὶ τὸ τῆς κοκκυμηλέας καὶ τὰ τῆς ἀπίου καὶ ἀμπέλου καὶ μηλέας· ἔνια δ᾽ ἐν ξυλώδεσιν ἅμα καὶ σαρκώδεσιν καὶ ὅλως ὅσα κάρυον ἐντὸς ἔχει τῆς σαρκός. τὰ δὲ τοῦ σίτου γυμνὰ καὶ μάλιστα τοῦ πυροῦ καὶ τῆς κριθῆς, εἰ δὲ μὴ χιτῶσί γε περιέχεται λεπτοῖς. ἀεὶ δὲ τὸ ἀσθενέστερον ἡ φύσις εἰς πλείω τίθεται φυλακήν. αἱ μὲν οὖν ἀπορίαι σχεδὸν τοιαῦται.
δεῖ δὲ λαβεῖν πρὸς αὐτὰς ἀρχὴν τήνδε, τὸ σπέρμα μὴ μόνον ἔχειν δύναμιν τοῦ ποιεῖν ἀλλὰ καὶ τοῦ πάσχειν, ὅπερ καὶ κατὰ πάντων τῶν τῆς φύσεως ἀληθὲς, καὶ κατ᾽ αὐτὴν δὲ τὴν γένεσιν ἀμφοῖν εἶναι τὴν ἐνέργειαν καὶ τρόπον τινὰ οὐχ ἧττον τοῦ πάσχειν· τότε γὰρ καὶ ἡ ἐν τοῖς σπέρμασι κινεῖται δύναμις οἷον διαθερμαινομένων. δι᾽ ὃ καὶ οὐ πάντα
βλαστάνει κατὰ τὴν αὐτὴν αἰτίαν ἀλλ᾽ ὅταν ἡ οἰκεία τοῦ ἀέρος κατάσχῃ κράσις. ὑποκειμένου δὲ τούτου φανερὸν ὡς οὐκ ἰσχύος ἀλλ᾽ ἀσθενείας μᾶλλον ἡ ταχυβλαστία· τὸ γὰρ ἀσθενὲς εὐπαθέστερον. δι᾽ ὃ καὶ τὰ εὐπαθέστερα ἐπέτει ταχυβλαστότερα καὶ ἅμα τὸ κοινὸν αὐτοῖς ὥσπερ ἕτερον εἰς τὸ παθεῖν.