On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
βραχέντος δὲ οἴνῳ τοῦ σπέρματος ἧττον δοκεῖ νοσεῖν, ὅπερ οὐκ ἄλογον ἔχοντά τινα δριμύτητα· διατηροῦσι γὰρ αὗται. τὸ γὰρ ὅλον ἐάν τις ἀλλοιώσας μεταβάλῃ τὸ σπέρμα καθάπερ πρότερον ἐλέχθη μεταβάλλειν καὶ τὰ φυτὰ καὶ τοὺς καρποὺς οὐκ ἄλογον· οἵα γὰρ ἡ ἀρχὴ τοιαῦτα καὶ τὰ ἀπὸ τῆς ἀρχῆς. ἔτι δ᾽ ὁρῶμεν ὅτι καὶ ταῖς τροφαῖς ἀλλοιούμενα μεταβάλλει καὶ ὅλα γένη τῶν δένδρων ὥσπερ ἐξ ἀγρίων ἥμερα γινόμενα καὶ ἐκ μελάνων λευκά· καὶ κατὰ τοὺς καρποὺς ὁμοίως ὥστε καὶ πρὶν πεσεῖν αὐτὸ ποιόν τι γινόμενον οὐκ ἄτοπον ἀλλοιοῦν καὶ τὴν ῥίζαν εὐθὺς καὶ τὸν καυλὸν καὶ τὸν καρπόν. ἀπηνθηκότος δ᾽ οὐ συμφέρει κατὰ μικρὸν ἐφύειν οὐδ᾽ ἥλιον ἐπιλαμβάνειν ἀλλὰ ψύχη γίνεσθαι καὶ ἐπινεφεῖν ὅπως μὴ ἐπικαθήμενον τὸ ὕδωρ ἐπιλαβὼν ὁ ἥλιος ἐρυσιβώσῃ σῆψιν ποιήσας. δι᾽ ὃ καὶ αἱ δροσοβόλοι χῶραι καὶ ἔγκοιλοι καὶ ἀπνεύματοι μάλιστα ἐρυσιβώδεις.
Ἐπειδὴ πλείους αἱ γενέσεις τῶν φυτῶν τούτων δὲ κοινοτάτη πᾶσιν ἡ ἀπὸ σπέρματός ἐστιν ὅσα ἔχει σπέρμα καὶ καρπὸν ἀπορήσειεν ἄν τις διὰ τί ποτε οὐκ ἀνὰ λόγον ἡ ἰσχὺς ἑκάστῳ ἐστὶ τῶν σπερμάτων ἀλλ᾽ ἀσθενεστέρα τῶν ἰσχυροτέρων οἷον τὰ τῶν δένδρων τῶν ἐπετείων. ἀμφοτέρως γὰρ φαίνεται τὸ ὁμολογούμενον· καὶ εἰ ἀπὸ τῶν ἀσθενεστέρων ἰσχυρότερα τὰ γινόμενα· τὰ γὰρ σπέρματα γεννᾷ τὰ δένδρα· τῆς δὲ ἀσθενείας καὶ τῆς ἰσχύος ἐκεῖνα σημεῖα· τὰ μὲν γὰρ ἐπέτεια ὅταν σπαρῇ διαμένει τὰ αὐτὰ καὶ ἐξομοιοῖ τοὺς καρποὺς τὰ δὲ τῶν δένδρων μεταβάλλει καὶ χείρω ποιεῖ, καὶ τὰ μὲν ταχεῖαν ἀποδίδωσι τὴν τελείωσιν τὰ δὲ χρόνιον καὶ βραδεῖαν.