On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὁ δ᾽ αὐτὸς λόγος καὶ περὶ τῆς τελειώσεως τὰ ἀσθενέστερα ῥᾷον ἐκτελεώσασθαι καὶ τῷ περιέχοντι καὶ ταῖς ἐν αὐτοῖς ἀρχαῖς. ὃ καὶ περὶ ζώων ἐστίν· αἰεὶ γὰρ τὰ ἰσχυρότερα χρονιωτέρας ὡς ἐπὶ πᾶν ποιεῖται καὶ τὰς κυήσεις καὶ τὰς τροφάς. ἅμα δ᾽ ὥσπερ ἐὰν τὰ μὲν αὐτοῦ τοῦ χειμῶνος σπέρματος γεννητικὰ σώματα οὐ δὲ μικρὰ ὑπόκειται, τὰ δὲ ἐν ὄγκοις μείζοσιν οἱ καταναλίσκουσι καὶ ἀντισπῶσιν εἰς ἑαυτοὺς τὰς τροφὰς ὥστε τὰ μὲν ὀλιγόκαρπα τὰ δὲ ὅλως ἄκαρπα ποιεῖν ὡς ἐπὶ τῶν ζώων συμβαίνει τῶν ἐκπαχυνομένων καὶ εὐτροφουμένων.
τοῦ μὲν οὖν θᾶττον ἐκτελεοῦν οὐχ ἡ ἰσχὺς ἀλλὰ ταῦτα τὰ αἴτια, δι᾽ ὃ καὶ πολυγονώτερα. καίτοι τάχ᾽ ἄν τις ἀντείποι περὶ τοῦ πλήθους φάσκων πλείω τὰ ἀπὸ τῶν δένδρων εἶναι. πολλὰ γὰρ ἕκαστον ἔχειν τῶν περικαρπίων τὸ δὲ δένδρον ἀφ᾽ ἑνὸς γεγενῆσθαι σπέρματος. ἀλλὰ ταῦτα μὲν ἐλαφρότερα καὶ οἷον ἀπηρτημένα ἂν φανείη. τὸ δὲ μὴ δύνασθαι τηρεῖν τὰ γένη μηδ᾽ ἐξομοιοῦν ἐν ἀμφοῖν ἂν ἔχοι τὸ αἴτιον, καὶ τῷ πλείω χρόνον τὰ κατὰ γῆς μᾶλλον κατακρατεῖσθαι καὶ τῷ τοὺς σωματικοὺς ὄγκους ἀντισπᾷν.