On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἅπαντα γὰρ ταῦτα ὠφελεῖ πρὸς τὴν ὑπερβολήν. αἵ τε γὰρ πλάγιοι τάφροι δεχόμενοι τὸ ὕδωρ ξηροτέραν ποιοῦσι αἱ τ᾽ ὄρθιαι κάτω λίθους ἔχουσαι δέχονται
τὴν συρροὴν, ἔτι δ᾽ ἡ ἄμμος καὶ ὁ χοῦς ἀναξηραίνουσι· διὰ τοῦτ᾽ οὐδ᾽ ἐάν που ἐνῶσι λίθοι ταῖς τοιαύταις οὐκ ἐκλεκτέοι, ὑπάρχει γὰρ φύσει τὸ βοηθοῦν· ὅλως ἐν ὁποιᾳοῦν ἐὰν ὀρύττων τις λίθους εὕρῃ ἢ τρόχμαλον ἢ ἄμμον ἢ γῆν μοχθηρὰν οὐκ ἄκος τὸ μὴ συμμιγνύναι μηδὲ σκεδαννύναι ταύτην ἀλλὰ τοσούτῳ βαθύτερον τὸν γύρον ἢ τὴν τάφρον ὀρύξαντα τόν τε τρόχμαλον ὑποστρωννύναι καὶ τὴν ἄμμον.ὁ μὲν γὰρ λίθος ὁ μὲν πλατὺς καὶ συμφυὴς βλάπτει τὰ δένδρα ὁ δὲ τρόχμαλος ὑποκάτω τεθεὶς ψύχος τε παρέχεται τό θ᾽ ὕδωρ δέχεται καὶ ταῖς ῥίζαις εὐδίοδον ποιεῖ τὸν τόπον. ἁπλῶς δὲ τούς γε λίθους ἐκλέγειν οὐδ᾽ ἐκ γῆς ψιλῆς οἴονταί τινες συμφέρειν· καὶ γὰρ ἀλέαν παρέχειν τοῦ χειμῶνος καὶ ψύχος τοῦ θέρους. ὁμοίως δὲ καὶ κατὰ τὰς ἄλλας διαφορὰς τῆς χώρας τὰ πρόσφορα ληπτέον. ὡς γὰρ ὅλως εἰπεῖν οὐδενὸς ἔλαττον ἀλλὰ πάντων πρῶτον καὶ μέγιστον τὸ δύνασθαι θεωρῆσαι ποῖον ἐν ποίᾳ χώρᾳ φυτευτέον οὐ μόνον ἁπλῶς ἀλλὰ καὶ αὐτῆς τῆς συνεχοῦς ὅταν ἀνωμαλὴς ᾖ κατὰ τοὺς τόπους ἑκάστους.
ὥσπερ γὰρ λέγεται πολλάκις ἡ οἰκεία μεγίστην ἔχει ῥοπὴν καὶ πρὸς ἀντίληψιν καὶ πρὸς εὐκαρπίαν ὃ καὶ καθ᾽ ὅλων τῶν γενῶν ἐστιν καὶ ἐν αὐτοῖς τοῖς ὁμοειδέσιν. οἷον ὡς μὲν ἁπλῶς εἰπεῖν ἡ συκῆ φιλεῖ τοὺς ξηροὺς τόπους· οἱ γὰρ ὑγροὶ σήπουσιν ἢ οὐ καλῶς πεπαίνουσι διὰ τὸ καὶ αὐτὸν εἶναι τὸν καρπὸν ὑγρόν. οὐ μὴν ἀλλ᾽ ὅσαι γε ὑδρεύεσθαι ζητοῦσι καθάπερ ἡ λακωνικὴ τὰ ὕφυδρα ζητοῦσιν. ὡσαύτως δὲ καὶ τῶν ἀμπέλων αἱ μὲν στερεαὶ καὶ πυκναὶ καθάπερ καὶ πρότερον ἐλέχθη τὴν ὀρεινὴν μᾶλλον φιλοῦσιν αἱ δὲ μαναὶ καὶ ὑγραὶ τὴν πεδεινήν· ἑκατέραις γὰρ ἡ τροφὴ πρὸς τὴν φύσιν σύμμετρος ταῖς μὲν ἐλάττων οὖσα ταῖς δὲ πλείων.
ὅλως δὲ τὰ ἀκρόδρυα καλὰ δοκεῖ περὶ τὰς ὑπωρείας γίνεσθαι· σημεῖα δὲ ποι
οῦνται τὴν αὐτομάτην γένεσιν· ὅπου γὰρ ἡ φύσις αὐτὴ γεννᾷ τοῦτον οἰκειότατον εἶναι τόπον. αἱ δὲ καθ᾽ ἕκαστα διαφοραὶ δῆλον ὅτι κυριώταται· καὶ γὰρ ὑπώρειαι πολλαὶ καὶ παντοῖαι. καὶ τὸ ὅλον ὥσπερ μία τις αὕτη διαφορὰ καθ᾽ ὕψος καὶ ταπεινότητα πολλῶν οὐσῶν ἑτέρων καὶ μειζόνων ὥσπερ ἐν ταῖς ἱστορίαις εἴπομεν, ὧν οὐδεμίαν ἀθεώρητον εἶναι χρή.