On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
τὰ γὰρ παρὰ τὴν γῆν ὅτι μάλιστα κοπέντα θᾶττον παραγίνεται τῶν ἐν ὕψει. φανερὸν δὲ καὶ ἐπὶ τῶν τῆς ἀμπέλου φυτῶν καὶ εἴ τι ἄλλο τομὴν ζητεῖ κατὰ τὴν φυτείαν. τῶν δὲ τῆς ἐλάας καὶ τῶν μυρρίνων καὶ ὅλως ὅσα φύεται μείζω πάντων ἀποστέγουσι τὰς τομὰς ὅπως μήθ᾽ ἥλιος μήθ᾽ ὕδωρ λάβῃ· κίνδυνος γὰρ νοσῆσαι ῥαγέν. περιαλείφουσι δὲ οἱ μὲν πηλὸν μόνον οἱ δὲ
σκίλλαν ὑποτιθέντες εἶτ᾽ ἄνωθεν τὸν πηλὸν ἐπὶ τούτῳ δὲ τὸ ὄστρακον· δοκεῖ γὰρ ἡ μὲν σκίλλα χλωρὸν παρέχειν ὁ δὲ πηλὸς ἐκείνην τηρεῖν τὸ δ᾽ ὄστρακον τὸν πηλόν.Ἡ δὲ κόπρος ὅτι μὲν καὶ μανοῖ τὴν γῆν καὶ διαθερμαίνει δι᾽ ὧν ἀμφοτέρων ἡ εὐβλάστεια φανερόν. ὑπὲρ δε τῆς χρήσεως διαμφισβητοῦσι καὶ οὐχ ὡσαύτως χρῶνται πάντες ἀλλ᾽ οἱ μὲν εὐθὺς ἀναμίξαντες τῇ γῇ πρὸς τὸ φυτὸν προσβάλλουσιν οἱ δ᾽ ἀνὰ μέσον ποιοῦσι τῆς τε πρώτης γῆς καὶ τῆς ἐπ᾽ ἄνω· κάτωθεν γὰρ παραβαλλομένην εἰς τὸ ἄνω φέρεσθαί φασιν ὅταν ὕσῃ· βέλτιστον γὰρ εἶναι τὸν χυλὸν, ἄνωθεν δ᾽ ἐξικμάζεσθαι ὑπὸ τοῦ ἡλίου καὶ ὕοντος οὐ διϊκνεῖσθαι τὰ κάτω.
πάντες δὲ τό γε τοσοῦτον συμφωνοῦσιν ὥστε μὴ δριμεῖαν καὶ ἰσχυρὰν ἀλλὰ κούφην δι᾽ ὃ καὶ μάλιστα χρῶνται τῇ τῶν λοφούρων· ἡ γὰρ δριμεῖα καὶ ἰσχυρὰ διαθερμαίνει μᾶλλον ἢ καὶ ξηραίνει. χρὴ δὲ καὶ πρὸς τὴν χώραν ἑκάστην ποιεῖν τὸ ἁρμόττον· οἷον ἐὰν μέν τις ἐν ἐμπύρῳ τόπῳ φυτεύῃ τοὺς γύρους ὕδατος ἐμπιπλάναι πρότριτα καὶ ἐπειδὰν ἀναπίωσι καταβάλλειν ὅπως ἔνικμος ἡ γῆ γενομένη μᾶλλον δέχηται καὶ καλλίω ποιῇ τὴν ῥίζωσν.
ἐὰν δὲ ἐν ἁλμώδει ἢ ἐφάμμῳ λίθους περιτιθέναι περὶ τὸ πρέμνον τοῦ φυτευτηρίου καὶ περιχωννύναι γῆν ὅπως ἀποστέγωσι τὴν ἁλμυρίδα. συμφέρει δὲ καὶ ἄμμον ποτάμιον παραβάλλειν καὶ ψήφους ἐκ ποταμοῦ ἢ χαράδρας· ἀποστέγει γὰρ καὶ ταῦτα καὶ ἅμα δι᾽ αὐτῶν παρέχεταί τινα δύναμιν. ἐὰν δ᾽ ἐν ἐφύδρῳ καὶ ναματώδει τάφρους ὀρύσσοντα τὰς μὲν πλαγίους ἵνα τὸ ὕδωρ δέχωνται τὰς δὲ ὀρθίας καὶ λίθων πληροῦντα καὶ γῆς ὥστε μὴ ἅπτεσθαι τῆς σκαπάνης εἶτα ἄμμον ἐμβάλλοντα καὶ χοῦν·