On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
τὴν γοῦν λειμωνίαν καὶ ἔφυδρον σχεδὸν οἱ πλείους ὁμολογοῦσιν ἀγαθὴν εἶναι ταῖς ἀμπέλοις ὥσπερ καὶ τὴν εὔγειον ἐλάαις καὶ συκαῖς· αἱ μὲν γὰρ ὑγροτέρας δέονται καὶ μαλακωτέρας τροφῆς αἱ δὲ ξηροτέρας καὶ σωματωδεστέρας. ὅλως δ᾽ αἰεὶ τὰ μὲν ξηρὰ ξηρὰν ζητεῖ χώραν τὰ δὲ ὑγρὰ ὑγράν. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἀρίστη πᾶσιν ἡ μανὴ καὶ κούφη καὶ ἔνικμος, εὐτραφὴς γὰρ μάλιστα καὶ εὐαυξὴς, εἰ μὴ ὅσα διὰ τὴν ἰσχὺν λαμβάνοντα πλῆθος τροφῆς ἐξυβρίζει καθάπερ ἡ ἀμυγδαλῆ. ταύτῃ γὰρ ἡ λεπτόγειος οἰκειοτέρα καὶ τόπος εὐδιεινὸς καὶ εὔειλος ἐναντίως δὲ τῇ εὐβοϊκῇ παλίσκιος καὶ δροσερός.
οὐ μικρὸν δὲ οὐδὲ τὸ πρὸς τὰ πνεύματα καλῶς κεῖσθαι τοὺς τόπους ὥστε καὶ τοῦτο θεωρητέον. εὔπνουν μὲν γὰρ ἅπαντα ζητεῖ· τροφαί τε γὰρ ἐν τοῖς τοιούτοις βελτίους καὶ οἱ καρποὶ πεπειρότεροι. πνευματώδη δὲ καὶ προσήνεμον οὐδὲν ὡς εἰπεῖν τῶν γε ἡμέρων· ἀναυξῆ γὰρ καὶ μικρὰ καὶ καυλώδη γίνεται διὰ τὰς πληγὰς τὰς ὑπὸ τῶν πνευμάτων. ἔνια δὲ οὐδὲ τῶν ἀγρίων· οὐ γὰρ τελειοκαρπεῖ καθάπερ οὐδὲ τὴν εὐβοϊκήν φασιν ἀλλὰ μέχρι τοῦ ἄνθους ἀφικνεῖσθαι τὰς δ᾽ ἐν τοῖς ὑπηνέμοις εὐαυξεῖς τε καὶ πολυκάρπους γίνεσθαι. τὸ γὰρ ὅλον ὥσπερ πολλάκις εἴρηται συμμετρίας τινὸς ἔοικεν ἕκαστα δεῖσθαι πρὸς τὴν φύσιν ὁμοίως ἔν τε ταῖς ἄλλαις τροφαῖς καὶ ταῖς τοῦ ἀέρος μεταβολαῖς. ἀλλὰ τοῦτο μὲν ἂν εἴη καθόλου καὶ κοινόν.
Τὰς δὲ μανότητας καὶ πυκνότητας τῶν
φυτευομένων οὐχ οὕτω πρὸς τὸν τόπον ὡς πρὸς αὐτὰ τὰ φυτευόμενα σκεπτέον ὅσα τε φιλόσκια καὶ μὴ καὶ ὅσα μακρόρριζα καὶ βραχύρριζα· τὰ μὲν γὰρ δῆλον ὅτι μανὰ τὰ δὲ πυκνὰ φυτευτέον. φιλόσκια δὲ ὧν οἱ καρποὶ ξηροί τε καὶ πυρηνώδεις ὥσπερ ῥόας καὶ μυρρίνου καὶ ὅσα φύσει μανά τε καὶ ξηρὰ καὶ μὴ μακρόρριζα καθάπερ ἡ δάφνη.τῶν μὲν γὰρ ὁ καρπὸς ἡλιούμενος στρυφνὸς γίνεται τὰ δὲ ὥσπερ προβολῆς δεῖται καὶ πρὸς τοὺς χειμῶνας καὶ πρὸς τὰ καύματα διὰ τὴν ἀσθένειαν· οὐκ ἐνοχλεῖ γὰρ τῷ ταρρῷ διὰ τὴν βραχυρριζίαν· καίτοι τινὲς ἅπαντα κελεύουσι διὰ πολλοῦ φυτεύειν ὅπως μὴ σύνταρρα γίνηται μηδ᾽ ἀναυξῆ τροφήν τ᾽ ἐλάττω λαμβάνοντα καὶ τοῦ πνεύματος ἀποκλειόμενα. οὐ μὴν ὀρθῶς γε λέγουσιν ἀλλ᾽ ἑκάτερα διαιρετέον ὥσπερ εἴρηται. χρὴ δὲ καὶ πρὸς τὸν τόπον ὁρῶντα ποιεῖσθαι τὰς ἀποστάσεις· ἐν γὰρ τοῖς ὀρεινοῖς ἐλάττους ἢ ἐν τοῖς πεδεινοῖς· ἐπ᾽ ἔλαττον γὰρ αἵ τε ῥίζαι προσαύξονται καὶ ἡ κόμη.