On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἐπεὶ δ᾽ ἐξ ὧν συνέστηκεν ἕκαστον
καὶ τρέφεται καὶ τὸ πρόσφορον οὐ κατὰ τὸ ποιὸν μόνον ἐστὶν ἀλλὰ καὶ κατὰ τὸ ποσὸν ἐν ἀμφοτέροις ἂν εἴη τούτοις τὸ οἰκεῖον. ἡ δὲ γεωργία πλῆθός τε τροφῆς καὶ ποιότητα κατασκευάζει. κατεργαζομένη γὰρ ἡ γῆ καὶ ἀπόλαυσιν πλείω δίδωσι καὶ μεταβάλλει τοὺς χυλοὺς ὥστ᾽ εὐλόγως οὐκ ἂν εἴη πρόσφορον ἐνίοις οἷον ὅσα ξηρά τε καὶ δριμέα καὶ πικρὰ καὶ ἁπλῶς ὅσα φαρμακώδη καὶ ἐν τούτοις παρέχεται τὴν χρείαν ἡμῖν· ἐκθηλύνεται γὰρ ἀφαιρουμένων τῶν δυνάμεων καὶ τὰ μὲν ὅλως οὐκ ἐκφέρει καρποὺς τὰ δ᾽ ὑγροτέρους καὶ χείρους, τὰ δὲ καὶ αὐτὰ ὑδαρέστερα γίνεται καθάπερ τὸ ἀψίνθιον καὶ τὸ κενταύριον καὶ ὅλως δὲ πᾶσα φαρμακώδης δύναμις ἢ κατὰ ῥίζαν ἢ κατὰ καυλὸν ἢ κατὰ καρπὸν ἢ κατὰ κλῶνας·ἀνὰ λόγον δὲ τούτοις καὶ ὅσα δριμύτητά τινα ἔχει δήλην κατὰ τὴν γεῦσιν. ὧν καὶ ἡ κάππαρις ἔοικεν εἶναι καὶ τὸ σίλφιον καὶ τὸ λάπαθον καὶ ἡ θύμβρα καὶ τὸ θύμον· τὰ μὲν γὰρ ὅλως οὐδὲ φύεται τούτων ἐν τοῖς ἡμέροις ἢ κακῶς τὰ δὲ χείρω πολλῷ καθάπερ τὸ λάπαθον καὶ ἡ θύμβρα καὶ ἡ κάππαρις ἔνια δὲ καὶ τὰς γλυκύτητας αὐτῶν ἀποβάλλει καθυγραινόμενα καὶ πληθυνόμενα ταῖς τροφαῖς ὥσπερ τὸ κράνον, καὶ γὰρ τοῦτο χεῖρον ἡμερούμενον γίνεται καὶ ἁπλῶς δὲ αὐτὸ τὸ δένδρον ὑδαρές τε καὶ μανὸν καὶ ἀσθενές. τῆς δ᾽ οἴης γλυκύτερος μὲν ὁ καρπὸς ἧττον δ᾽ εὐώδης· ἀφαιρεῖται γὰρ τὴν εὐτροφίαν καὶ τὸ εὔοσμον.
ὁ δ᾽ αὐτὸς λόγος καὶ περὶ σιλφίου καὶ θέρμου καὶ εἴ τι τοιοῦτον ἕτερον. τὸ μὲν γὰρ οὐχ ὁμοίως ἔχει τὴν δριμύτητα διὰ τὸ πλείω καὶ ὑδαρεστέραν εἶναι τὴν τροφὴν, ὁ δὲ θέρμος ἄκαρπος γίνεται καθάπερ ὑλομανῶν καὶ ἐξυβρίζων· ποιεῖ γὰρ καὶ ταύτην τὴν ἐναντίωσιν ἡ κατεργασία καθάπερ εἴρηται πλῆθος παρέχουσα τροφῆς· ἐκ δὲ τῆς ἀρχῆς ταμιεύεται τὸ σύμμετρον ἕκαστον ἑαυτῷ καὶ λαμβάνει τὴν
οἰκείαν χώραν· ἡ γὰρ αὐτοφυὴς γένεσις ἐν ταύταις.ἁπλῶς γὰρ τὸ μέγιστον ὥσπερ πολλάκις εἴρηται τὸ λαβεῖν οἰκεῖον ἀέρα καὶ τόπον· ἐκ τούτων γὰρ ἡ εὐθένεια καὶ εὐκαρπία. ταῦτα δ᾽ ἐναντία φαίνεται τοῖς παρὰ φύσιν ἡμερουμένοις· εἴς τε γὰρ ἀέρα μαλακώτερον μετατεθέντα καὶ τροφὴν ἀλλοιοτέραν λαμβάνοντα ἐξ ἀμφοτέρων τούτων ἡ μεταβολὴ καὶ οἷον ἔκστασις τῆς φύσεως. ἐπιμαρτυρεῖ δέ πως καὶ ἐν αὐτοῖς τοῖς γεωργουμένοις τὸ μὴ φιλεῖν ἔνια τὴν ἀκριβῆ καὶ τὴν πολλὴν ἄγαν ἐξεργασίαν ὥστε καὶ ταύτην ζητεῖν τινα ὅρον· καὶ τρόπον τινὰ οὐδὲν κωλύει κατὰ τὴν μετάβασιν οὕτως ἔνια μηδὲ ζητεῖν ὅλως. ὅτι μὲν οὖν οὐ πάντα προσδέχεται τὰς γεωργίας φανερὸν ἔστω διὰ τούτων· ἴσως γὰρ τὰ μὲν ὅλως οὐ δεῖται τῶν δ᾽ οὐκ ἐξευρίσκομεν τὰς αἰτίας.