On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Ἡ δὲ γεωργία, δυοῖν ὄντων ἐξ ὧν αἱ τροφαὶ καὶ εὐσθένειαι τῆς τε γῆς καὶ τοῦ ἀέρος, τὴν ἀπὸ τῆς γῆς παρασκευάζει βοήθειαν· τὸν ἀέρα γὰρ οὐκ ἐπ᾽ αὐτῇ ποιόν τινα ποιεῖν ἀλλὰ δεῖ πρὸς τὰς μεταβολὰς τὰς κατὰ τὰς ὥρας γινομένας αὐτὰ τὰ δένδρα καὶ τὴν χώραν διακεῖσθαί πως ἵνα τε ἀπολαύῃ τῆς πρὸς αὔξησιν τροφῆς καὶ μὴ πάσχῃ μηδὲν ὑπὸ τῶν ἐναντίων· δεῖ γὰρ καὶ πρὸς ταῦτα φυλακῆς, λέγω δ᾽ οἷον τομάς τε καὶ διακαθάρσεις καὶ βλαστολογίας καὶ κοπρίσεις καὶ σκαπάνην καὶ ὅσα ἄλλα πραγματεύονται.
καὶ περὶ τῆς ἀροσίμου δὲ καὶ σπερματουμένης ὁμοίως. τοῖς μὲν γὰρ οὐ ταὐτὰ τοῖς δ᾽ οὐκ ἴσα τοῖς δ᾽ οὐ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν αὐτὴν ὥραν ἀποδιδόναι δεῖ τοῖς δὲ ἴσως οὐδὲ ποιεῖν ἔνια τὸ ὅλον. ἃ δὴ καὶ φαίνονται διαιροῦντες οἱ γεωργοὶ καθάπερ καὶ ἐν τῇ διακαθάρσει τὰ μὲν σιδήροις τὰ δὲ ταῖς χερσὶ τὰ δ᾽ ἀγκύραις τισὶ κελεύοντες ἀφαιρεῖν, οἷον τῆς τε ἐλάας καὶ τῆς ἀπίου καὶ τῆς μηλέας ὅπως μὴ ἑλκούμενα πονῇ διὰ τὴν λεπτότητα καὶ ξηρότητα τῶν
κλάδων. καὶ γὰρ ἀφαιρεῖν δεῖ τούτων τὰ αὖά τε καὶ τὰ τρώξανα μόνον.ὁμοίως δὲ καὶ τῶν ἀμπέλων διαιρετέον τάς τε πρωτοτόμους καὶ τὰς ὀψιτόμους καὶ τὰς βραχυτόμους καὶ τὰς μακροτόμους καὶ τοῖς ἄλλοις ὡσαύτως ἀναφέροντας ἀεὶ πρὸς τὸ τέλος. ὁ μὲν οὖν σκοπὸς οὗτος καὶ ἡ καθ᾽ ἕκαστα διαίρεσις. ὑπὲρ ἑκάστου δέ ἐστιν ὁ λόγος ὁ τὴν αἰτίαν ἔχων ἣν δεῖ μὴ λανθάνειν· ὁ γὰρ ἄνευ ταύτης ποιῶν καὶ τῷ ἔθει καὶ τοῖς συμβαίνουσι κατακολουθῶν κατορθοῖ μὲν ἴσως οὐκ οἶδε δὲ καθάπερ ἐν ἰατρικῇ τὸ διὰ τί· τὸ δὲ τέλειον ἐξ ἀμφοῖν. ὅσοι δὲ καὶ τὸ θεωρεῖν μᾶλλον ἀγαπῶσιν αὐτὸ τοῦτο ἴδιον τοῦ λόγου καὶ τῆς αἰτίας.
ἀντιλέγεται δὲ περὶ πολλῶν καὶ τὰ μὲν ἁπλῶς τὰ δ᾽ εἰς τὸ βέλτιον καὶ χεῖρον ὥσπερ κατὰ τὰς ἄλλας τέχνας. ἐνταῦθα δὲ καὶ ἰδιώτερόν τι συμβαίνει. πρὸς γὰρ τὴν ἑαυτῶν ἔνιοι χώραν τετραμμένοι τὰ πρόσφορα πολλάκις καθόλου λέγουσιν. ὁτὲ δὲ καὶ ἀμφοτέρως γινομένων ἄκριτόν ἐστι τὸ βέλτιον· ὁποῖα γὰρ ἂν ᾖ τὰ ἀπὸ τοῦ ἀέρος συμβαίνοντα τοιαῦτα ἀποβαίνει καὶ κατὰ τὰς ἐργασίας.