On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
πάσχει δέ τι παραπλήσιον τούτῳ καὶ τῶν ἀνθῶν πολλὰ καθ᾽ ἡμέραν· ἀεὶ γὰρ συμπεριφέρεται τῷ ἡλίῳ νεύοντα καὶ ἐγκλίνοντα πρὸς αὐτόν. μᾶλλον δ᾽ ἐστὶ τοῦτο καταμαθεῖν ἐν τοῖς ἐλάττοσιν. ἐνίων δὲ καὶ τὰ φύλλα πάσχει ταὐτὸ καθάπερ τῆς μαλάχης καὶ τῶν τοιούτων· αἴτιον δὲ τοῦ ὑγροῦ ἡ ἀφαίρεσις· ᾗ γὰρ ἂν ἐξάγῃ θερμαίνων ὁ ἥλιος ἐν τούτῳ ἡ ἔγκλισις. ἐξάγει δὲ καθ᾽ αὑτὸν ὥστε τοῦτο ποιοῦντος ἐπιστρέφεται γὰρ καὶ περιάγεται. τοῦτο μὲν οὖν ὡς πίστεως χάριν εἰρήσθω πρὸς τὸ πρότερον ῥηθέν.
ὑπὲρ δὲ τῶν ἄλλων ὅσα συμβαίνει τοῖς δένδροις ἢ φυτοῖς πειρατέον ἐκ τῶν δένδρων μετιέναι καὶ θεωρεῖν τὴν ἰδίαν οὐσίαν ἑκάστου λαμβάνοντας καὶ τὴν τῆς χώρας φύσιν. ἐκ τούτων γὰρ τὰ κοινὰ πάθη καὶ αἱ κατὰ γένη παραλλαγαὶ καὶ τὸ ἁρμόττον καὶ τὸ οἰκεῖον ἑκάστοις
γίνεται φανερόν· δεῖ δὲ καὶ τὸ ὅμοιον καὶ τὸ αὐτὸ δύνασθαι θεωρεῖν· πολλὰ γὰρ δοκεῖ διαφέροντα οὐ διαφέρειν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. καὶ ταῦτα μὲν ἐνταῦθα ἐχέτω τὸ πέρας. ὅσα δὲ κατὰ τὰς γεωργίας συμβαίνει καὶ ὧν χάρις ἕκαστα ποιοῦσιν λεκτέον ὁμοίως.Ἡ περὶ τῶν φυτῶν θεωρία διττὰς ἔχει τὰς σκέψεις καὶ ἐν δυσὶ, μίαν μὲν τὴν ἐν τοῖς αὐτομάτοις γινομένην ἥπερ ἀρχὴ τῆς φύσεως, ἑτέραν δὲ τῶν ἐκ τῆς ἐπινοίας καὶ παρασκευῆς ἣν δή φαμεν συνεργεῖν τῇ φύσει πρὸς τὸ τέλος. ἐπεὶ δὲ περὶ τῆς πρότερον εἴρηται λεκτέον ὁμοίως καὶ περὶ ταύτης ὑπὲρ αὐτοῦ τούτου πρώτου εἰπόντας ὅτι καὶ τῶν δένδρων ἔνια καὶ τῶν ἐλαττόνων ὑλημάτων οὐ δέχεται γεωργίαν. τοῦτο γὰρ ἂν εἴη τῶν μὲν οἷον πέρας τῶν δὲ ἀρχὴ μεταβαίνουσιν ἐκ τῶν αὐτοφυῶν εἰς τὰ διὰ τέχνης.
ἄτοπον δ᾽ ἂν ἴσως δόξειε τὸ νῦν λεχθὲν, εἰ τὸ προσλαμβάνον θεραπείαν ὥσπερ χώραν οἰκείαν μὴ μᾶλλον εὐσθενεῖ καὶ καλλικαρπεῖ συνεργούσης τῇ φύσει τῆς τέχνης· ἀλλ᾽ οὐκ ἔστιν ἄτοπον οὐδ᾽ ἀλλότριον, ἀρχὴν δὲ αὐτοῦ ληπτέον τήνδε, τὴν φύσιν ἑκάστου μὴ ἐκ τῶν αὐτῶν εἶναι μηδὲ ἐκ μιᾶς τινος ὕλης μηδ᾽ αὖ πᾶσι ταὐτὸ τέλος τῆς πέψεως καὶ δυνάμεως τῶν καρπῶν ἀλλ᾽ ἕκαστον πρὸς ὃ πέφυκε καὶ χυλοῖς καὶ ὀσμαῖς καὶ τοῖς ἄλλοις. μάλιστα δέ πως ἐν δυοῖν τούτοιν ὁρίζομεν τὴν πέψιν ὀσμαῖς καὶ χυλοῖς ἀναφέροντες καὶ ταῦτα πρὸς τὴν ἡμετέραν χρείαν ὥσπερ διωρίσθη καὶ πρότερον.