On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
τῶν δὲ συκῶν καὶ τῶν φοινίκων οὐκ ἐν τούτοις ἐστὶ μόνον ἀλλὰ καὶ ἐν τῇ αὐτῶν διαστάσει· δι᾽ ὃ καὶ ἐρινάζουσι τὰς συκᾶς· τοῦτο δὲ ποιοῦσιν ὅπως οἱ ψῆνες οἱ ἐκ τῶν ἐρινῶν τῶν ἐπικρεμαννυμένων γινόμενοι διοίγωσι τὰ ἐπὶ τῆς συκῆς· ἡ μὲν γὰρ γένεσις ἐξ ἐκείνων· ζητοῦντες δὲ τὴν ὁμοίαν τροφὴν ἐκπέτονται καὶ προσίπτανται τοῖς ἐπὶ τῆς συκῆς ἐρινοῖς. συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν μὴ ἐριναζομένων ὅταν πλησίον τῶν συκῶν ἐρινεοὶ ὦσιν, δι᾽ ὃ καὶ παραφυτεύουσι ταῖς συκαῖς ἐρινεοὺς ἐπὶ τῶν ἄκρων ὅπως κατ᾽ ἄνεμον ἡ πτῆσις οὐρία γίνηται, ταῖς μὲν πρωΐαις πρωΐους ταῖς δ᾽ ὀψίαις ὀψίους ταῖς δὲ μέσαις μέσους ἵνα κατὰ τὴν οἰκείαν ὥραν ἑκάστοις ὁ ἐρινασμὸς ᾖ.
διοιχθέντος δὲ τοῦ μέσου τὴν ὑγρότητα ἐκβόσκονται τὴν πλείω καὶ τῷ ἔξωθεν ἀέρι δίοδον διδόασι καὶ τὸ ὅλον εὐπνούστερα ποιοῦσι· συμβαίνει γὰρ ἅμα τῇ θερμότητι τῇ κατεργαζομένῃ συγκα
τακλείεσθαί τι πνεῦμα καθάπερ τοῖς ἑψομένοις οὗ χωρισθέντος ἅμα τῇ ὑγρότητι καὶ διεκπνεύσαντος ἐπιμένει· τὰ γὰρ αἴτια τοῦ ἀποβάλλειν ταῦτ᾽ ἐστίν. εὐλόγως δὲ καὶ γίνονται καὶ εἰσδύονται πάλιν οἱ ψῆνες εἰς τὰ ἐρινά· γίνονται μὲν γὰρ διὰ τὸ μὴ δύνασθαι πεπαίνειν μηδὲ τελειουργεῖν τοὺς ἐρινεούς· ὥσπερ γὰρ καὶ τῶν ἄλλων σηπομένων καὶ ἐν τούτοις ζωοποιὸς ἡ φύσις· οὐκ ἔχοντες δὲ τροφὴν ζητοῦντες δὲ τὴν οἰκείαν φέρονται πρὸς τὸ ὅμοιον· ἡ γὰρ ἐπιθυμία πᾶσι τοῦ συγγενοῦς ὥσπερ τοῖς φθειρσὶν αἵματος ἐξ οὗ διαφθαρέντος ἡ γένεσις.εὐλόγως δὲ καὶ ἐν τοῖς λεπτογείοις καὶ καταβόρροις οὐκ ἐπιζητοῦσι τὸν ἐρινασμόν· ξηρὰ γὰρ γίνονται τῇ φύσει δι᾽ ὀλιγότητα τῆς τροφῆς, οὐδὲ δὴ εἴ τις ἑτέρα χώρα τοιαύτην ἔχει τὴν κρᾶσιν ὥστε σύμμετρον ἐκδιδόναι τὴν τροφήν· ἡ γὰρ ἀποβολὴ δι᾽ ἀπεψίαν καὶ τὸ μὴ κρατεῖν. ὡσαύτως δὲ καὶ ὅπου κονιορτὸς πολὺς, ἀποξηραίνει γὰρ καὶ οὗτος. ἄτοπον δ᾽ ἂν δόξειεν ὅτι βορείοις ἀποβάλλουσι μᾶλλον ἢ νοτίοις ξηροτέρων ὄντων· αἴτιον δ᾽ ὅτι πυκνούμενα μᾶλλον τὰ ἐρινὰ κωλύεται διεκπνεῖν· ἅμα δ᾽ ἴσως καὶ πῆξίς τις γίνεται τοῦ ὀποῦ· ταύτην γὰρ καὶ τῆς φυλλοβολίας αἰτίαν φέρουσί τινες ὥσπερ εἴπομεν.
ὅσα δ᾽ ὄψια πάμπαν τῶν γενῶν οὐκ ἀποβάλλει διὰ τὴν ὀψιότητα τῆς βλαστήσεως· οὐ γὰρ ἔτι συμβαίνει κατακλείεσθαι καὶ ἐναπολαμβάνεσθαι τὸ πνεῦμα διὰ τὴν ὥραν ἀλλ᾽ ἐπικρατεῖ ἀντιπεριϊστάμενον τὸ θερμόν· ἅμα δὲ καὶ φύσει ξηρά πως ἐστὶ καὶ ὀψὲ διϋγραίνεται, δι᾽ ὃ καὶ τὴν ἄρδευσιν αἱ τοιαῦται ζητοῦσι καὶ δέχονται μᾶλλον. ἔοικε δ᾽ εἴπερ ἡ ἄνοιξις ποιεῖ τὴν ἐπιμονὴν εὔπνοιάν τε καὶ ἀπέρασιν ποιοῦσα παραπλήσιον τρόπον τινὰ τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ἐν Αἰγύπτῳ συκαμίνων·