On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Τῶν δὲ δένδρων αὐτῶν ἀεὶ τὰ ἐν τοῖς ἀπνόοις καὶ παλισκίοις ὀρθὰ καὶ ἀστραβῆ καὶ λειότερα καὶ εὐμηκέστερα γίνεται τὸν αὐτὸν δὲ τρόπον κἂν πυκνὰ τυγχάνῃ πεφυκότα, τὰ δ᾽ ἐν τοῖς εὐπνόοις καὶ προσηνέμοις καὶ εὐείλοις ἔτι δὲ μανὰ πεφυκότα ἧττον. ἥ τε γὰρ εἰς βάθος αὔξησις κωλύει τὸ μῆκος καὶ τὰ πνεύματα τραχύνει καὶ ὄζους ἐμποιεῖ καθάπερ ἐλέχθη διὰ τὴν ἐπίστασιν· ἐκείνοις δὲ ἀφῃρημένων τούτων ἡ εἰς τὸ μῆκος αὔξησις μόνη γίνεται·
δι᾽ ὃ καὶ τὰ μὴ ὁμοίως ὀρθοφυῆ μηδ᾽ εὐμήκη τὴν αὐτὴν διάθεσιν λαμβάνει τοῖς ὀρθοφυέσι καὶ μακροῖς ὅταν ἐν τόποις γένηται τοιούτοις ὥσπερ αἱ δρῦς· λεῖαι γὰρ καὶ εὐθεῖαι καὶ σχεδὸν ἰσομήκεις γίνονται ταῖς ἐλάταις καθάπερ φασὶ καὶ περὶ τὸν Αἶμον. ἅμα δὲ καὶ μανότερα καὶ ἀσθενέστερα τὰ τοιαῦτα γίνεται διὰ τὸ μήτε ὑπὸ τοῦ ἡλίου μήτε ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ψύχους λαμβάνειν πύκνωσιν.
ἀποβλητικὰ δὲ μάλιστα τῶν καρπῶν πρὶν πεπᾶναι συκῆ καὶ φοῖνιξ καὶ ἀμυγδαλῆ καὶ διὰ τὴν ἐναπόληψιν ὑγρότητός τέ τινος καὶ πνεύματος ὥσπερ συκαῖ τὰ δὲ τῷ τὴν προσ
άρτησιν ἔχειν ἀσθενῆ τοὺς δ᾽ ὄγκος μείζους ὥσπερ ἡ ἀμυγδαλῆ καὶ μηλέα καὶ ἄπιος· ἱκανὸν γὰρ καὶ ὁτιοῦν διυγρᾶναι καὶ ἀσθενὲς ποιῆσαι· καὶ ἅμα τούτοις γε καὶ πνευμάτων ἐπιγίνεται μέγεθος. ἡ δὲ ῥόα τοῖς μὲν κυτίνοις εὐαπόπτωτος, ἀσθενὴς γὰρ αὐτῶν ἡ πρόσφυσις ὥστε ὅταν ψακάδια καὶ δρόσοι πέσωσιν εἰσδυόμενα κατὰ τὸ ἄνθος ἀνυγραίνει καὶ ποιεῖ τὴν βολήν·δι᾽ ὃ καὶ κατάγουσι τὰ δένδρα καὶ οὐκ ἀφιᾶσιν εἰς ὕψος ὅπως οἱ κύτινοι μὴ ὀρθοὶ γινόμενοι δέχωνται τὸ ὑγρόν· οἱ δὲ καὶ ἀνάπαλιν κελεύουσι φυτεύειν τὰς ῥάβδους τούτου χάριν ὅπως εὐθὺ κατανεύσωσιν. ὅτι δ᾽ ἡ ὑγρότης αἰτία τῆς ἀποβολῆς κἀκεῖθεν δῆλον· αἱ γὰρ ἄπιοι καὶ ἀμυγδαλαῖ κἂν μὴ βρέχῃ νότιος δ’ ὁ ἀὴρ ᾖ καὶ ἐπινεφὴς ἀποβάλλουσι καὶ τὰ ἄνθη καὶ τοὺς πρώτους καρποὺς ἐὰν εὐθὺς μετὰ τὴν ἀπάνθησιν ᾖ. καὶ τούτων μὲν καὶ τῶν τοιούτων ἐν τῇ προσαρτήσει τε καὶ τοῖς ὄγκοις ἡ αἰτία.